Digital Corpus for Graeco-Arabic Studies

Galen: De Differentiis Pulsuum (Differences of Pulses)

Kühn 1824

ἐστιν ἰσότης. ποτὲ δὲ οὕτως· καὶ ἀνώμαλον μὲν σφυγμὸν τὸν καθάπαξ καὶ κατὰ μίαν διαφορὰν ἄνισον λεγόμενον. ποτὲ δ’ οὕτως· ἔσθ’ ὅτε δὲ τὰ μὲν ἄλλα διὰ τριῶν, ὡς εἶπον, ἀναλογεῖ. ἡ σφοδρότης δὲ ὡς ἂν ἀμφημερινός ἐστιν, ὁμαλὴς οὖσα καὶ ἴση. ἐφεξῆς, ἢ ἄλλη τις τῶν λοιπῶν διαφορῶν, ἢ ἄλλη. τούτοις δὲ συνάπτων τὸν ἑξῆς λόγον ἐρεῖ· ἀναλογούντων τῶν σφυγμῶν ὁμοῦ τε πάσαις ταῖς διαφοραῖς καί τινι ἤ τισιν. εἶτ’ ἐφεξῆς· ἔσθ’ ὅτε δὲ τὰ μὲν ἄλλα πάντα τεταγμένα ἐστὶν, ἢ νὴ Δί’ ὁμαλά· μία δέ τις διαφορὰ, οἷον τὸ μέγεθος, ἢ δύο, ἢ πλείους, ἄτακτοι τελέως εἰσίν. εἶτα ἐπὶ τῇ τελευτῇ τοῦ λόγου· νοεῖσθαι γὰρ δεῖ, φησὶν, ἃ ἔφην περὶ τάχους καὶ βραδύτητος ἐπὶ πάσης ἄλλης διαφορᾶς σφυγμοῦ. τοσαῦτα μὲν ἐκ τούτου τοῦ λόγου παραγεγράφθω. τί γὰρ ἄν τις πλειόνων μνημονεύοι; μεταβῶμεν δὲ αὖθις ἐφ’ ἕτερον, ὑπὲρ τοῦ μὴ δοκεῖν ἐξ ἑνὸς τόπου μαρτυρίας λαμβάνειν. παραγράφωμεν οὖν ῥήσεις ἐκ τῶν ἑξῆς καὶ πάλιν ἐκ τῶν ἔμπροσθεν. ἑξῆς μὲν οὖν ἐστι πρόγραμμα τοιοῦτον· τίς ἡ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία.

Work

Title: Galen: De Differentiis Pulsuum
English: Differences of Pulses
Original: Περὶ διαφορᾶς σφυγμῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 493-765

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_072.xml [564 Kb]