De Causis Pulsuum (Causes of Pulses)
Kühn 1825
σκληρὸν δ’ ᾖ τὸ ὄργανον, μάλιστα μὲν εἰς πυκνότητα, δεύτερον
δ’ εἰς μικρότητα, τρίτον δ’ εἰς βραδύτητα τὴν τροπὴν
τῶν σφυγμῶν εὑρήσεις γινομένην, οὐ μήν γ’ ἐξ ἀνάγκης οὔτε
διὰ παντὸς οὔτε καθ’ ἕκαστον αὐτῶν ὁτιοῦν οὔθ’ ἅμα
συμπίπτει πάντα. μεγάλης μὲν γὰρ οὔσης καθ’ ἕκαστον τῶν
αἰτίων τῆς βλάβης, μικρότατοι καὶ πυκνότατοι καὶ βραδεῖς οἱ
σφυγμοὶ γίνονται· βραδεῖς μὲν, ὅτι καὶ ἡ δύναμις ἀσθενὴς,
μικρότατοι δὲ διά τε ταύτην καὶ διὰ τὴν τῶν ὀργάνων σκληρότητα.
ὅτι δὲ τοιοῦτοι, διὰ τοῦτο καὶ πυκνότατοι, καὶ
πολὺ μᾶλλον, ὡς ἂν τῆς χρείας ἐπειγούσης. καὶ τοίνυν καὶ
χωρὶς ταύτης ἀῤῥωστία δυνάμεως ὀργάνων σκληρότητι συνελθοῦσα
ἱκανὴ μικροτάτους τε καὶ πυκνοτάτους ἐργάσασθαι
τοὺς σφυγμοὺς, ἐξ ἐπιμέτρου δὲ τούτοις τὸ ἀπὸ τῆς χρείας
βίαιον προσιὸν εἰς ὄλεθρον μὲν οὐ μικρὰ συντελεῖ, πυκνοτέρους
δ’ οὐκ ἂν ἔτι τοὺς σφυγμοὺς ἐργάσαιτο. καὶ γὰρ
καὶ χωρὶς ταύτης ἦσαν ἤδη πυκνότατοι. εἰ μέντοι βραχεῖα
μὲν ἥ τε τῶν ὀργάνων εἴη βλάβη καὶ ἡ τῆς δυνάμεως, πολλὴ
δ’ ἡ χρεία τῆς γενέσεως αὐτῶν, οὔτε μικρότεροι τῶν κατὰ
φύσιν οὗτοί γε οὔτε βραδύτεροι γένοιντ’ ἂν, ἀλλ’ ἔστιν ὅτε
Work
Title: De Causis Pulsuum
English: Causes of Pulses
Original: Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Series: Claudii Galeni Opera Omnia
Volume: 9
Pages: 1-204
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_074.xml [423 Kb]