Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

ὀξύμελι. καὶ τὰς ἐφ’ ὑστέραις δὲ πεπονθυίαις ἐκλυομένας ὡσαύτως ἰᾶσθαι, πλὴν ὀξυμέλιτος, καὶ διαδεῖν καὶ τρίβειν σκέλη μᾶλλον ἢ χεῖρας. καὶ ὥσπερ ἐπ’ ἐκκρίσει πολλῇ παρὰ τοὺς τιτθοὺς σικύας ἐπιτίθεμεν, οὕτως αἷς ἀνέσπασται καὶ παρέσπασται, βουβῶσί τε καὶ μηροῖς προσάξομεν. καὶ ταῖς μὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα, ταῖς δὲ μήτραις εὐώδη. καὶ τὰ χαλᾷν καὶ θερμαίνειν δυνάμενα φάρμακα προσοίσομεν. εἰ δ’ ἄῤῥωστος ὁ στόμαχος εἴη καὶ ταύτῃ λειποθυμοῖεν, ἐπιπλάττειν μὲν τοῖς τονοῦν δυναμένοις, οἷα τά τε διὰ τῶν φοινίκων ἐστὶ καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ μαστίχης· ἐπιβρέχειν δὲ τοῖς δι’ ἀψινθίου καὶ μηλίνου καὶ μαστιχίνου καὶ νάρδου καὶ οἰνάνθης καὶ οἴνου. καὶ εἰ ἐκκαίοιντο, μιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῆς τε κολοκύνθης τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ τοῦ στρύχνου καὶ τῆς σέριος καὶ τοῦ ὄμφακος. οὗτος μέν γε οὐ ψύχει μόνον, ἀλλὰ καὶ στύφει. καὶ ψυχρὸν ὕδωρ τοῖς διακαιομένοις τὸν στόμαχον ὤνησε πολλάκις ἐν καιρῷ δοθὲν, ἄλλως δὲ μεγάλως βλάπτει. καὶ χρὴ μᾶλλον οἴνου θερμοῦ

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]