Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

θεραπευόμενον ἅπαν, ὡς ἂν ἐξ ἀμετρίας τινὸς εἰς συμμετρίαν ἀγόμενον, οὐκ αὐτοῦ τοῦ συμμέτρου τὴν κρᾶσιν, ἀλλὰ τῆς ἐναντίας ἀμετρίας. εἰ γοῦν τὸ ψυχρὸν ὕδωρ βουληθείης εὔκρατον ποιῆσαι, τὸ μὲν εὔκρατον ἤδη μιγνύειν οὐ χρὴ χλιαρὸν γὰρ οὕτως ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἔρχεσθαι δ’ ἐπὶ τὸ ζέον προσήκει καὶ τοῦτο μιγνύναι τῷ ψυχρῷ. καὶ τοσούτῳ γε θερμότερον εἶναι χρὴ τοῦ συμμέτρου τὸ τῷ ψυχρῷ μιγνύμενον, ὅσῳ περ ἂν καὶ τὸ ψυχρὸν αὐτὸ ψυχρότερον ἦν τοῦ συμμέτρου. οὔτε γὰρ τὸ βραχὺ τοῦ συμμέτρου ψυχρότερον ὑπὸ τοῦ πολὺ θερμοτέρου τὴν μέσην ἀπολήψεται κρᾶσιν, οὔτε τὸ πολλῷ ψυχρότερον ὑπὸ τοῦ βραχὺ θερμοτέρου. ἀλλ’ εἴτε πολλῷ ψυχρότερόν ἐστι τὸ τῆς θεραπείας δεόμενον, ἀνάγκη καὶ τὸ θεραπεῦσον αὐτὸ πολλῷ θερμότερον ὑπάρχειν, εἴτ’ ὀλίγῳ ψυχρότερον, ὀλίγῳ χρὴ καὶ τὸ θεραπεῦον εἶναι θερμότερον. ἑνὶ δὲ λόγῳ τοσοῦτον ἀπέχειν χρὴ τοῦ μέσου τὸ θεραπεῦσον, ὅσον περ καὶ τὸ θεραπευθησόμενον, ἐπὶ τἀναντία δηλονότι τῆς ἀποστάσεως ὑπαρχούσης ἑκατέρῳ. τὸ γὰρ ἐπὶ τὰ αὐτὰ παραπλησίως

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download