Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

σύνθετος ἡ διάθεσίς ἐστιν ἐκ θερμότητός τε καὶ ξηρότητος, ὥστ’ εἰκότως αὐτοῖς ἐστι σύνθετον καὶ τὸ ἴαμα, τὸ μὲν ὄξος οὐκ ἀγεννῶς γε ψῦχον καὶ πάντη ῥᾳδίως διϊὸν, τὸ ὕδωρ δὲ πρὸς τῷ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων ὑπάρχον· οὐδὲν γάρ ἐστιν ὑγρότερον ὕδατος.

Ὥσπερ οὖν οὐκ ἀσφαλής ἐστιν ὁ πόῤῥω τῆς αἰσθήσεως τοῦ δοκιμαζομένου φαρμάκου συλλογισμὸς, οὕτως οὐδ’ ἡ τοῦ μιχθέντος ἑτέρῳ χρῆσις. αὐτὸ γὰρ χρὴ καθ’ αὑτὸ μόνον ἐξετάζεσθαι τὸ κρινόμενον ἐπὶ τε τῶν ὑγιαινόντων σωμάτων εὐκράτων τε καὶ δυσκράτων ἐπί τε τῶν νοσούντων. εὐκράτων μὲν οὖν, ὥσπερ καὶ πρόσθεν εἴρηται· δυσκράτων δὲ, ὥσπερ Ἱπποκράτης ἔλεγε, πικροχόλοις μὲν φύσεσιν χρηστότατον ὑπάρχει ὄξος, ἐναντιώτατον δ’ εἶναι μελαγχολικοῖς τὴν κρᾶσιν. ἐπὶ δ’ αὖ τῶν νοσούντων, εἰ ἁπλοῦν ἐξ ἁπλῆς ἐξετάζοιτο διαθέσεως. εἰ δὲ καὶ μίγνυτό ποτε μετ’ ἄλλου, χρὴ τὸ μιγνύμενον αὐτῷ μέσον εἶναι τὴν κρᾶσιν, ὡς ἐφ’ ὕδατός τε καὶ κηρωτῆς ὁ πρόσθεν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download