
De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
τοὺς παρὰ τὴν θέσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν προσῳδίαν;
ὥσπερ γὰρ ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ
μὲν σιωπῇ δύναται πρὸς τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ
τὸ ὄνομα τῇ προσῳδίᾳ· καθάπερ ἔξωθεν ὂν ὁ κενὸς χρόνος
τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ, διττὸν ποιεῖν αὐτὸν
πέφυκεν, οὕτω δὴ καὶ ἡ προσῳδία· ἔτι δὲ καὶ οἱ σοφισταὶ
καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας καὶ τούτῳ· καὶ
μὴν αὐτὸ ἄν τις ἐφ᾿ ἑαυτοῦ σκοπούμενος, ὥσπερ ἂν παρὰ
τὴν σύνθεσιν ἢ διαίρεσιν ἀμφισβητοῦσιν, οὕτω δὴ καὶ παρὰ
τὴν προσῳδίαν· δῆλον δὲ ἐπὶ τῶν γεγραμμένων λόγων, οἷς
μὴ πρόσκειται τὰ διακρίνοντα σημεῖα, δεῖται γὰρ ὥσπερ
ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω καὶ τῆς προσῳδίας, οὐκ
ἀεί γε μὴν καὶ δι᾿ αὐτὴν γένοιτο διττὸς ὁ λόγος.
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]