Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

πρόσκειται, συγγράμματι μὲν οὐ πάνυ προστιθέμενον, ὡς ἔφην, ὑπομνήματι δὲ πρέπον καὶ μάλισθ’ ὅταν ἑαυτὸν ὁ γράφων ἀναμιμνήσκειν ἐθέλει. τῶν δ’ ἑξῆς εἰρημένων τὸ μὲν, ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται; δοκεῖ μοι προσγεγράφθαι, ὡς τοῦ Ἀρχεκράτους οὕτως διατεθέντος. ἀλλ’ ἐπειδὴ μὴ διὰ παντὸς ἥ τε πεῖρα δείκνυσιν ὅ τε λόγος ἐνδείκνυται, λέγεσθαι δεῖ ἐπὶ τοῖς εἰρημένοις νωθρότητα οὐ προσηκόντως. νωθρότης γὰρ ἐπὶ ψυχροῖς καὶ παχέσι καὶ γλίσχροις καὶ ὅλως δυσκινήτοις χυμοῖς, οὐκ ἐπὶ θερμοῖς καὶ λεπτοῖς καὶ δριμέσιν, οἷος ὁ τῆς ξανθῆς χολῆς εἴωθε γίγνεσθαι, πλὴν εἰ θανάτῳ πλησίον ἥκοιεν, ὡς διὰ νέκρωσιν ἤδη τῆς δυνάμεως ἡσυχάζειν. καὶ γὰρ διὰ νέκρωσιν τῆς δυνάμεως, οὐ διὰ τὸν χυμὸν γέγονεν. ἀδύνατον δὲ τοὺς οὕτω γενομένους νωθροὺς σωθῆναι, καὶ κοινὸν τοῦτό ἐστι σύμπτωμα τῶν κατὰ δυσκρασίαν ἄμετρον ἀποθνησκόντων ἁπάντων, οὐκ ἴδιον τῶν φρενιτικῶν. εἴπερ οὖν ἐγένετο νωθρότης τῷ Ἀρχεκράτει, κατὰ τοῦτον ἂν ἐγένετο τὸν λόγον

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]