
De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
εἰς ἐκδικίαν τοῦ πατρὸς ἀναιρεῖν τὴν μητέρα. ἅπερ ἡμῖν ὁ καλὸς Νίκανδρος ἐν τοῖς ἔπεσιν αὑτοῦ οὐκ ἀφυῶς γράφει, καὶ ἔστι τὰ ἔπη ταῦτα·
Μὴ σύ γ᾿ ἐνὶ τριόδοισι τύχῃς ὅτε δῆγμα πεφυγὼς Περκνὸς ἔχις θύῃσι, τυπὴν χολόεσσαν ἐχίδνης. Ἡνίκα θορνυμένου ἔχιος θολερῷ κυνόδοντι, Θουρὰς ὀδὰξ ἐμφῦσα κάρην ἀπέκοψεν ὁμεύνου· Οἱ δὲ πατρὸς λώβην μετεκίαθον αὐτίκα τυτθοὶ Γεινόμενοι ἐχιῆες, ἐπεὶ διὰ μητρὸς ἀραιὴν Γαστέρ᾿ ἀναῤῥήξαντες ἀμήτορες ἐξεγένοντο.
Τὰς δὲ οὐρὰς καὶ αὐτὰ ἀφαιροῦμεν τὰ ἔσχατα τοῦ σώματος, ὥσπερ οὐρᾶς ὄντα μέρη καὶ, ὡς οἶμαι, τὸ ῥυπαρώτερον τῆς οὐσίας ἕλκοντα μᾶλλον, καὶ πλείονά γε τὴν ὁλκὴν διὰ τὴν κίνησιν ποιούμενα, ὥσπερ τὰ πρὸς ταῖς οὐραῖς τῶν ἰχθύων μέρη διὰ τὴν πολλὴν κίνησιν τροφιμώτερα εἶναι λέγουσι. μὴ θαυμάζῃς δὲ, εἰ μετὰ τὴν τούτων ἀποκοπὴν τὰ λοιπὰ σώματα τῶν ζώων ἰσχυρότερον ποιεῖ τὸ φάρμακον τῆς ἐμφύτου πρὸς τὸ σώζειν δυνάμεως καὶ
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]