De Theriaca ad Pisonem (On Theriac to Piso)
Kühn 1827
δὲ οὐχ ἁπλῶς οὕτως ὥσπερ ὁ μεθοδικὸς τὸ τραῦμα,
ἀλλ᾿ εὐθέως μὲν αὐτὸ καὶ μεῖζον ἐργάσῃ, περιτεμὼν τὴν
σάρκα, ἐκ πολλοῦ τοῦ διαστήματος καὶ κυκλοτερὲς αὐτοῦ τὸ
σχῆμα ποιῶν, ἵνα μὴ ῥᾳδίως ἐπουλοῦσθαι δύναται, ἀλλ᾿
ἔχοι ἀνεῳγότα τὸν πόρον, εἰς πολὺ τοῦ χρόνου τὸ μῆκος
τοὐλάχιστον εἰς τὰς τετταράκοντα ἡμέρας, καὶ ἐξέλθοι διὰ
τούτου ἰὸς τοῦ κυνός. καυτηρίοις γοῦν εἰώθαμεν πάνυ πεπυρακτωμένοις
ἐπικαίειν τὸν τόπον καὶ κεχρῆσθαι τοῖς
ἄλλοις φαρμάκοις ὅσα ἐπισπαστικά ἐστι, καὶ ἔνδον τῆς σαρκὸς
τὸν ἰὸν μένειν οὐκ ἐᾷ. ἐγὼ δὲ ἐπινοήσας ποτὲ, καὶ
τὴν ἀντίδοτον αὐτὴν ἀνῆκα τῷ ἀπὸ τῶν ῥόδων σκευαζομένῳ
ἐλαίῳ, καὶ ὥς τι φάρμακον ἔμμοτον ἐπέθηκα τῷ τραύματι,
ἵνα ὥσπερ τὶς σικύα ἐκμυζήσῃ καὶ ἐκ τοῦ βάθους ἐπισπάσηται
τὸ διαφθεῖραι δυνάμενον· καὶ ὅλως καθάπερ τι
παιώνειον φάρμακον ἡ θηριακὴ καὶ ἔξωθεν ἐπιτιθεμένη
καὶ πινομένη τοῖς λυσσοδήκτοις ἀκριβῶς βοηθεῖ. ἐφάνη δὲ
ἡμῖν ἡ ἀντίδοτος αὕτη καὶ ἐν ταῖς λοιμικαῖς καταστάσεσι
μόνη τοῖς ἁλισκομένοις βοηθεῖν δυναμένη, μηδενὸς
Work
Title: De Theriaca ad Pisonem
English: On Theriac to Piso
Original: Πρὀς Πίσωνα περὶ τῆς θηριακῆς
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 210-294
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_091.xml [170 Kb]