In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
ἐδεϲμάτων τε καὶ πομάτων ϲπάνιά τέ ἐϲτι καὶ γνωϲθῆναι ῥᾷϲτα τοῖϲ ἐν τῷ Περὶ φύϲεωϲ ἀνθρώπου γεγραμμένοιϲ.
[ἐν μὲν οὖν τῶι Περὶ φύϲεωϲ ἀνθρώπου βιβλίωι τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖϲ νοϲήμαϲιν ὠνόμαϲε “κοινότατον”.] ἐν δὲ τῷ Περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων *** [τὰ οὕτω γινόμενα νοϲήματα “πάγκοινα” προϲηγόρευϲεν ὧδέ πωϲ εἰπών· “τοῦ δὲ χρόνου προιόν- τοϲ καὶ τοῦ ἐνιαυτοῦ λέγοι ἄν, ὁκόϲα νοϲήματα μέλλοι πάγκοινα τὴν πόλιν καταϲχήϲειν ἢ θέρουϲ ἢ χειμῶνοϲ.” καὶ πάλιν οὐ μετὰ πολλά· “ταῦτα μὲν τὰ νοϲήματα ἐπιχώρια αὐτέοιϲίν ἐϲτιν, καὶ, ἤν τι πάγκοι- νον κατάϲχοι νόϲημα ἐκ μεταβολῆϲ τῶν ὡρέων, καὶ οὗτοι μετέχου- ϲιν.” καὶ πάλιν μετ’ ὀλίγα· “τοῖϲι μὲν ἀνδράϲι ταῦτα τὰ νοϲήματα ἐπιχώριά ἐϲτι, καὶ χωρίϲ, ἤν τι κοινὸν κατάϲχηι ἐκ μεταβολῆϲ.” καὶ κατωτέρω πάλιν· “τοῦτο μὲν τὸ νόϲημα αὐτέοιϲι ϲύντροφόν ἐϲτι καὶ θέρεοϲ καὶ χειμῶνοϲ.” ἀλλὰ μηδὲ τοῦτό ϲε παρέλθηι ἐν ταῖϲ προ- γεγραμμέναιϲ ῥήϲεϲιν εἰρημένον ἐν ἄλλοιϲ τέ τιϲι τῶν Ἱπποκράτουϲ,] καὶ τοίνυν τὰ μὲν ἔνδημα νοϲήματά ἐϲτιν, ὅϲα πλεονάζει διὰ παν- τὸϲ ἔν τινι χώρᾳ, [ἅπερ δὴ καὶ ἔνδημα προϲαγορεύεται,] τῶν κοι- νῶν πολλοῖϲ ὄντα καὶ αὐτά, καθάπερ καὶ ὁ λοιμόϲ. ἔϲτι γὰρ καὶ οὗτοϲ ἐκ τῶν κοινῶν νοϲημάτων, ὡϲ αὐτὸϲ αὖ καὶ περὶ τοῦδε ϲαφῶϲ ἐδήλωϲεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων, [ὧδέ πωϲ εἰπών· “ὅταν γὰρ μὴ λοιμῶδεϲ νόϲου τρόποϲ τιϲ κοινὸϲ ἐπιδημήϲηι, ἀλλὰ ϲποράδεϲ ὦϲιν αἱ νοῦϲοι καὶ μὴ παραπλήϲιαι αὐτέοιϲιν, ὑπὸ τούτων τῶν νοϲημάτων οἱ πλείουϲ ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν ϲυμπάντων.” δῆλον οὖν] ὡϲ ἐκ τοῦ γένουϲ τῶν ἐπιδημίων νοϲημάτων, ὅϲα κακο- ηθέϲτατα γίνεται καὶ λοιμώδη καλεῖται· τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένουϲ ἐϲτίν, ὃ ταῖϲ ϲποράδεϲι νόϲοιϲ ἀντιδιαιρεῖται· ταῦτα μὲν οὕτωϲ αὐτὸϲ διεῖλε καὶ ὠνόμαϲεν, τοὺϲ λοιμοὺϲ δὲ πάντεϲ ἄνθρωποι καλοῦϲί τε καὶ γινώϲκουϲιν ὄνταϲ ὀλέθρια νοϲήματα καὶ πέμπουϲί γε πολλάκιϲ εἰϲ θεοὺϲ περὶ τῆϲ ἰάϲεωϲ αὐτῶν πυνθανόμενοι. [οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήϲειν γέγραφεν,
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]