Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τῆς ἀκριβοῦς προθεσμίας συμβάντος τοῦ τόκου διὰ τὴν σφοδρότητα τοῦ ῥίγους. μετὰ γοῦν τὸν τόκον ἡμέρᾳ δευτέρᾳ τὴν καρ- δίαν, τουτέστι τὸ στόμα τῆς κοιλίας, ἀλγῆσαί φησιν αὐτὴν καὶ τὰ γυναικεῖα, (προσυπακοῦσαι γὰρ αὐτῷ χρὴ τὸ μόρια,) καθάπερ καὶ τὴν πρὸ ταύτης. εἶτά φησι προσθεμένῃ ταῦτα κουφισθῆναι. προείρηται δ' ὅτι καὶ βάλανον καὶ πεσσὸν ἐπὶ τῷ προσθεμένῃ δύνατόν ἐστι προσυπακούειν. εἶθ' ἑξῆς καταλέγει συμπτώματα νοσημά- των ὀξέων, κεφαλῆς μὲν καὶ τραχήλου καὶ ὀσφύος πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήσεις ἀκράτους, χολώδεις, ᾧ καὶ δῆλον, ὡς οὐκ ὠμὸς μόνον, ἀλλὰ καὶ χολώδης ἐπλεόναζε χυμός. ὄν- των δὲ τῶν οὔρων λεπτῶν, ἀναγκαῖον ἦν χρονίσαι τὴν νόσον. ἐπεὶ δὲ καὶ ὑπομέλανά φησι ταῦτα γενέσθαι, τοῦτο δὴ τὸ σὺν ἀγῶνι καὶ ταραχὴν δηλοῖ. καὶ μέχρι γε τῆς ἑνδεκάτης ἡμέρας ἄδη- λον ἦν, εἰ σωθήσεται τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου σαφοῦς, ἐφ' ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει. κατὰ δὲ τὴν ἑνδεκάτην ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησίν· ἑνδε- κάτῃ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. ἐπ' αὐτῆς οὖν ὀψὲ τῆς πέψεως τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα, καὶ διὰ τοῦτο τεσσαρακοσταία μὲν ἐκρίθη τὸ πρῶτον, ὡς ἀκινδύνως ἔχειν ἤδη, μεταξὺ δὲ ἄχρι τῆς ὀγδοηκοστῆς ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἀπηλλάγη. μέμνησο τοιγαροῦν, ὡς ἡ πεῖρα μαρτυρεῖ τὴν τεσσαρα- κοστὴν καὶ ὀγδοηκοστὴν κρισίμους εἶναι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας συναριθμεῖ- σθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ δευτέρα καὶ τεσσαρακοστὴ καὶ τρίτη καὶ ἑξηκοστὴ καὶ τετάρτη καὶ ὀγδοηκοστὴ τὰς κρίσεις ἔφερον, οὐ τεσσαρακοστὴ καὶ ἑξηκοστὴ καὶ ὀγδοηκοστή.

Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμε-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download