Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

νοι ἄλλοτε ἀλλοίως, ἀτάκτως· ἱδρῶτες ὅτε μέν, ὅτε δ' οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην καὶ χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε ξανθὰ χολώδεα, ὑπόσυχνα, μετ' ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ' ὀλίγον μέχρι κρίσεως· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος· οὖρα δὲ λεπτά, οὐκ ἄχροα. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων, ὅτε μὲν ὑπό- στασιν εἶχεν, ὅτε δ' οὔ. ἑξηκοστῇ οὔροις ὑπόστασις πολλὴ | καὶ λευκὴ καὶ λείη, ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχροα δέ. ἑβδομηκοστῇ πυρε- τός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ [ἀπύρετος διέ- λειπεν] ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσεν πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρή, λείη, τελέως ἐκρίθη.

Κλεανακτίδην, φησί, πῦρ ἔλαβε, τουτέστι πυρετὸς σφοδρὸς κατέσχεν· εἶτ' ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς κατὰ περίοδον τάξεως, ὡς ποτὲ μέν, εἰ οὕτως ἔτυχε, διὰ τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης ἢ ἕκτης. παρηκολούθησε δ' αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ τὸν ὕπνον τὸ ἄδιψόν τ' εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης κατὰ λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος, οὖρα δὲ λεπτά, οὐκ ἄχροα. ἅμα δὲ καὶ τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ αὐτῶν ἐδηλοῦτο. διψώδεις γὰρ ὑπ' ἐκείνου καὶ ἄγρυπνοι γίνονται καὶ μᾶλλον ἀπόσιτοι, τουτέστιν ἀνόρεκτοι. εἰ μὲν οὖν, ὥσπερ εὔχροα τὰ οὖρα διὰ παν- τὸς ἦν, οὕτως καὶ τῆς συστάσεως ἔσχε μετρίως, οὐκ ἂν εἰς χρόνου μῆκος ἡ νόσος παρῆλθεν, ἀλλ' ἴσως ἂν ἐκρίθη περὶ τὴν τεσσαρακο- στήν, ὥσπερ, εἰ καὶ νεφέλην ἔσχε χρηστήν, θᾶττον ἂν ἐπαύσατο. νυνὶ δ' ἐπεὶ λεπτὰ διὰ παντὸς ἦν τὰ οὖρα, χρόνου συχνοῦ πρὸς πέψιν ἐδεῖτο. περὶ δ' οὖν τὴν τεσσαρακοστὴν ἡμέραν οὐρῆσαί φησιν

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download