Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ὦτα ἐπιφανέντα (κατὰ μὲν γὰρ τὴν ἑπτακαιδεκάτην αἱ παρω- τίδες ὤφθησαν) καὶ περὶ πρώτην καὶ τριακοστὴν διάρροιαι. ἐν δὲ τῇ εἰκοστῇ ἑβδόμῃ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμηνεν, ὠθούσης μὲν κάτω τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος ἐκίνησεν. ὅτι δὲ καὶ ἡ εἰκοστὴ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν· ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς τῶν ἐναρ- γῶς φαινομένων ἐπὶ τῶν νοσούντων.

Τὴν Δρομεάδεω γυναῖκα θυγα- τέρα τεκοῦσαν καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν, πυρετὸς ὀξύς. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ [δ'] ὑποχόνδριον· ἀσώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε. πνεῦμα ἀραιόν, μέγα, [ὑποχόνδριον] αὐτίκα ἀνεσπασμένον. δευ- τέρῃ, ἀφ' ἧς ἐρρίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκά, θολερά, οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν· οὐ καθίστατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ μέσον ἡμέρης ἐπερρίγωσε, πυρετὸς ὀξύς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοι- μήθη· ἵδρωσε δι' ὅλου ψυχρῷ, ταχὺ δὲ πάλιν ἀνεθερ- μάνθη. τετάρτῃ περὶ μὲν ὑποχόνδριον σμικρὸν ἐκου- φίσθη, κεφαλῆς δὲ βάρος μετ' ὀδύνης· ὑπεκαρώθη· σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε· γλῶσσα ἐπίξηρος, διψώδης· οὖρα σμι- κρὰ λεπτὰ ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδέν, περὶ μέσης ἡμέ- ρης πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη, ψῦξις σμικρά, νυκτὸς ἐκοιμήθη, παρέκρουσεν. ἕκτῃ πρωὶ ἐπερρίγωσεν, ταχὺ διεθερ- μάνθη, ἵδρωσε δι' ὅλου· ἄκρεα ψυχρά, παρέκρουσε, πνεῦμα μέγα, ἀραιόν· μετ' ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download