Digital Corpus for Graeco-Arabic Studies

Galen: De Temperamentis (On Mixtures)

Helmreich 1904

ὡσαύτως ἀνασκοπεῖν καὶ κόρακος ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ’ ἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντ’ οὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὴν τίτανον ἢ τὴν ἡμέραν ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτ’ οὐ Πυρρώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν δίκαιόν γ’ ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ, τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτον ἀποπλανηθῆναι τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γιγνώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν εἰσιν ἐναργῆ καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδ’ ὁπόθεν ἄρξηται καταλελοιπὼς ἑαυτῷ. Πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐξετράποντο καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδ’ ἐπινοῆσαι δύναμαι, καὶ διὰ τοῦθ’ ἁφῇ μὲν κρίνω τὸ κατ’ ἐνέργειαν θερμόν· εἴ τι δ’ οὔπω μέν ἐστι θερμόν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτον, ὅ δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτ’ ἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δ’ οὐκ οἶδ’ ὅπως ἀντέστραπται πάντα καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες δ’ ἡμᾶς αὐτοὺς καὶ νῦν τό γε τοσοῦτον, ὡς ἀρχὴ

Work

Title: Galen: De Temperamentis
English: On Mixtures
Original: Περὶ κράσεων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Helmreich, Georg

Title: Galeni De temperamentis libri III

Published: 1904

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 1-115

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_117.xml [373 Kb]