Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἡ χειρουργία, τῶν μὲν ἔνδοθεν ὑποδερομένων, τῶν δὲ ἔξωθεν ἐπιπολῆς διαιρουμένων ἐν κύκλῳ, ἴνα ἔνδον ἡ πόσθη ἐπισπασθῇ. οἱ δὲ πεφιμωμένοι τὴν ἀκροποσθίαν χειρίζονται, ἐπαναγομένης τῆς ἀκροποσθίας ἐφ᾿ ὅσον δύναται. εἶτα τῶν προφαινομένων τύλων ἀπολυομένων φλεβοτόμῳ ἐξ ἐπιπολῆς. ὑποσπαδίαι δέ εἰσιν οἱ ἐκ γενετῆς ἔχοντες τὴν οὐρήθραν κάτωθεν, ὑπὸ τὸν λεγόμενον κύνα. θεραπευτέον δὲ τετρημένης τῆς βαλάνου ἄκρας καὶ σωληνιδίου ἐντιθεμένου. οἱ δὲ λεγόμενοι ἄτρητοι, εἴτε τρῆμα ἔχοιεν λεπτὸν εἴτε μηδ᾿ ὅλως, οὕτω συγχειρίζονται. τὸ ὀξὺ τοῦ φλεβοτόμου καθιέντες προσαναπτύσσομεν, εἶτα τὸν δάκτυλον ὑποβάλλοντες πανταχόθεν ἀπολύομεν. τοὺς δὲ λίθον ἔχοντας ἐν κύστει τέμνομεν σφηνώσαντες μὲν τὸν λίθον ἐν τῷ τῆς κύστεως τραχήλῳ, ἐπικόπῳ δὲ τῷ λίθῳ χρώμενοι διαιροῦμεν ἀθρόως τὰ ἐπικείμενα σώματα καὶ λιθολάβῳ τὸν λίθον κομιζόμεθα. τοὺς δὲ ῥυαδικοὺς, τοὺς ὁπωσοῦν γεγονότας, ἐὰν μέγας λίαν ὁ τύλος ᾖ, περιαιροῦντες ἀνασκευάζομεν. οἷς δὲ ἐποχὴ οὔρου διὰ τὸ πλῆθος ἐνοχλεῖ, περιτεινομένης τῆς κύστεως

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download