Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

δὲ καὶ βίαιος οὐδὲ ἀνέχεται τὴν διόρθωσιν. ἐπικίνδυνος γὰρ σφόδρα καὶ εἰ μετὰ τραύματος γένηται· δάκτυλοι δὲ ποδὸς ἐξαρθρήσαντες, ὡς τῶν χειρῶν ἀπευθύνονται. αἱ δὲ τῶν συμφύσεων αὐτῶν πᾶσαι διαστάσεις, ὡς ἐπὶ προσώπου καὶ πήχεως καὶ κερκίδος κνήμης τε καὶ περόνης, μετακαρπίου τε καὶ ταρσοῦ καὶ ἔτι εἰς τὸ ἀρχαῖον ἀποκαθίστανται. τὰ δὲ μελαινόμενα καὶ νεμόμενα, εἴτε ἐκ καταγμάτων εἴτε βιαίου σφίγξεως, ἐκπρίζομεν ὅλα τὰ κῶλα πολλάκις. ὁμοίως δὲ καὶ τὰ ὑπὸ τῶν ἰοβόλων ἤδη προκατειλημμένα. ἔπειτα καυτῆρσιν ἄγαν πεπυρωμένοις ἱστῶμεν τὴν νομήν. μετὰ δὲ τοὺς καυτῆρας πράσῳ τῷ χλωρῷ καταπλάσσομεν μεθ᾿ ἁλῶν, εἶτα ὅταν καθαρθῶσιν αἱ ἐσχάραι, ὡς ἕλκη θεραπεύομεν. τὰ δὲ τῶν ἰοβόλων δήγματα οὐδὲ ταχὺ ἐπουλοῦσθαι βουλόμεθα, ἀλλ᾿ ὡς ἐπὶ τὸ πλεῖστον ῥευματίζεσθαι τὰ ἕλκη σπουδάζομεν.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download