Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

περάτων, σκέλη λέγεται, τούτων δὲ τὰ μὲν ἀπὸ τῶν ἰσχίων εὐθὺς ἐρχόμενα μηροί. καθὸ δὲ μετὰ ταῦτα συμβάλλει τὰ κῶλα τοῖς ὑποκάτω καὶ ἄρθρον ποιεῖ, γόνυ καλεῖται. οὗ τὰ κατόπιν, ἰγνύα ἢ ἀγκύλη. τὰ δὲ ἐντεῦθεν, ἐπὶ τὰ κάτω μέγιστα κῶλα κνῆμαι. ὧν τὸ μὲν ἔμπροσθεν ἀντικνήμιον, τὸ δὲ ὄπισθεν γαστροκνήμη. τὰ δὲ πέρατα τῶν τῆς κνήμης ὀστῶν εἴς τε τὸ ἔνδον μέρος καὶ εἰς τὸ ἔξω ἐξέχοντα, σφυρὰ προσαγορεύεται. τὰ δὲ ἀπὸ τῶν σφυρῶν κυρίως πόδες λέγονται. ἀφ᾿ ὧν καὶ ἕτερον μέτρον ἑαυτοῖς οἱ ἄνθρωποι εὕραντο, τὸν πόδα ἄραντες. τῶν δὲ ποδῶν τὸ μὲν ὄπισθεν πτέρνα ὀνομάζεται. τὸ δὲ ἔμπροσθεν ἀπὸ τῶν σφυρῶν μέχρι δακτύλων ταρσὸς καλεῖται. τούτου δὲ τὸ μὲν ἔνδοθεν πρὸς ἀλλήλους ἀφορώντων τῶν ποδῶν, ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, ἀρχόμενον ἀπὸ τοῦ ἔσω σφυροῦ, πεδίον. τὸ δὲ ὑπὸ τούτου εὐθὺς ἐν μέσῳ κατωτάτω τοῦ ποδὸς κοῖλον. τὸ δὲ κατώτατον, ἐφ᾿ ᾧ πατοῦμεν καὶ ᾧ ἐπιβαίνομεν, πέλμα. οὗ τὸ μὲν πρὸς τοὺς δακτύλους μετὰ τὸ κοῖλον ἐπανεστηκὸς, στῆθος ποδός. εἶτα οἱ δάκτυλοι, 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download