Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν· εἰ δ’ ἄρα καὶ συνέλθοι ποτὲ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν ἑαυτὸν κατάπτυστον εἶναι.

Ἄγετ’ οὖν, ὦ παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων, ἐπὶ τέχνης μάθησιν ὥρμησθε, μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε, ματαιοτεχνίαν διδάξηται, γιγνώσκοντας, ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὐκ ἐστὶ τὸ τέλος βιωφελὲς, ταῦτ’ οὐκ εἰσὶ τέχναι. Καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν, ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἶον τό τε πεττευριπτεῖν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν, ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον, οἷα τά τε Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. Τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μήποτ’ ἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον, καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι τετιμημένον ἡμερησίαις ἀργυρίου δόσεσι, καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι 

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download