Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ὥσθ’ ὁ μέσος ἀμφοῖν ὁ οἷον μικτὸς ἐξ αὐτῶν ἐπὶ πλέον ἀφαιρήσει τῆς ἑβδομάδος ἕκτου μέρους. τὸ μὲν οὖν ἀκριβὲς ἢ τῆς μίξεως ἢ τῆς ἀφαιρέσεως ὁ θεὸς οἶδεν· ὅσον δὲ ἀνθρωπίνῳ στοχασμῷ συμβάλλειν ἐγχωρεῖ, πιθανώτερόν ἐστι μέσον ἀμφοῖν ποιῆσαι τῶν περιόδων τὸν ἐξ ἀμφοῖν κοινόν. ἐπεὶ τοίνυν ὁ μὲν τῆς φάσεώς ἐστι τῆς ἐναργοῦς καὶ δραστηρίου χρόνος εἴκοσιν ἓξ ἡμερῶν καὶ ἡμισείας, ὁ δὲ τῆς ζωδιακῆς περιόδου εἰκοστὸν καὶ ἕβδομον καὶ τρίτον, δῆλον ὡς ὁ μέσος αὐτῶν κ΄ καὶ στ΄ ἡμερῶν ἔσται καὶ προσέτι μάλιστα μορίου μιᾶς ἡμέρας ἡμίσεος τρίτον καὶ ιβ΄. συνθεὶς γὰρ ἀμφοτέρους τοὺς χρόνους, εἰ τὸ ἥμισυ λάβοις, εὑρήσεις τὸ μέσον. ἀλλ’ οὗτος ὁ χρόνος ὁ μέσος ἀπολείπεται τῶν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν δωδεκάτῳ μάλιστα μέρει μιᾶς ἡμέρας. εἰ μέντοι τέμοις αὐτὸν εἰς τέτταρα, τὸν ἀκριβῆ χρόνον εὑρήσεις τῆς ἑβδομάδος οὐχ ἕκτῳ μόνον μιᾶς ἡμέρας ἀπολειπόμενον, ἀλλ’ ἔτι πλέον. λαμβανέσθω γὰρ τῶν κστ΄ καὶ ἡμίσεος τρίτον, ιβ΄ τὸ τετάρτου μέρος, ἔσται δὲ χρόνος ἡμερῶν στ΄ ἡμίσεος πέμπτον καὶ προσέτι μορίων ἄλλων ἐπικειμένων μικροτέρων, ἅπερ ἐστὶν ἑξήκοντα πρῶτα καὶ ἑκατοστὰ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]