De Causis Morborum (Causes of Diseases)
Kühn 1824
ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔμφυτον
θερμὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶμα. γίγνεται δὲ
ταῦτα καὶ καθ’ ὅλον μὲν τὸ ζῶον, οὐ μὴν ἀλλὰ καὶ καθ’
ἕκαστον μόριον ὡσαύτως, ἤτοι στεγνούμενον, ἢ μανούμενον.
εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶμα διάθεσιν ἐπὶ
ταῖς ἐμφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην
σχοίη τὸ μόριον ὑπὸ τῶν ἐν αὐτῷ μόνων πεπονθυιῶν ἀρτηριῶν,
ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ.
καὶ μὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρμακά
τε καὶ ὕδατα φαρμακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον
ἤτοι στέγνωσιν, ἢ μάνωσιν ἄμετρον ἐναπεργάζεσθαι δυνήσεται
τῷ μορίῳ. καί τινες βίαιοι δεσμοὶ ποτὲ μὲν αὐτῷ
τῷ μέρει, ποτὲ δὲ τοῖς ὑπερκειμένοις περιτιθέμενοι νεκρώσουσί
τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ
ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύμφυτος
ἐπέῤῥει θερμασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναμις
ἐχορηγεῖτο.
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]