De Causis Morborum (Causes of Diseases)
Kühn 1824
μέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συμπάσας
ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ μέρος ἑτεροῤῥόπῳ τάσει.
καὶ περὶ μὲν τῆς τῶν παρὰ φύσιν σχημάτων. διαφορᾶς ἱκανὰ
καὶ ταῦτα. τὰς δ’ ἐντὸς τῶν μορίων κοιλότητας ἢ τοὺς πόρους
αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συμβαίνει
κατὰ τάσδε τὰς αἰτίας, σύμφυσιν, στενοχωρίαν, ἔμφραξιν,
θλίψιν, συνίζησίν, ἀναστόμωσιν. ἐνίοτε μὲν γὰρ
ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα
συμφύντων ἀλλήλοις τῶν ἡλκωμένων ἡ διαφθορὰ γίγνεται
τῆς κατὰ φύσιν διαπλάσεως· ἐνίοτε δὲ ἤτοι σαρκὸς
ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήματος; ἤ καὶ
σκίῤῥου συστάντος, ἢ φλεγμονῆς, ἢ ἀποστήματος ἐν αὐτοῖς
τῶν ὀργάνων τοῖς σώμασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου
τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται·
καὶ μὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί
τινων πόρων ἢ θρόμβων ἔμφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας
διάθεσιν. οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐμπιπτόντων
θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]