Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

λυγμὸς γὰρ ὀνομάζεται τὸ σύμπτωμα· τοῦ δὲ οἷον τρόμον, παθήματος αὐτῆς, οὐκέτ’ ἐναργῶς, ἀλλ’ εἰ προσέχοις τῷ λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς. ὅταν οὖν ἐδηδοκότι σοι μήτε κλύδων τις ἐνοχλῇ, μήτε πνευμάτωσις, ἀλλὰ μήτε παλμός τις εἴη, μήτε λὺγξ, ἀήθους δ’ ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί τε καὶ κάμνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ βάρος ἢ ἄνω ἅμα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος ἕπηται, τόθ’ ἡγοῦ τὴν γαστέρα περιεστάλθαι μὲν τοῖς σιτίοις, ἀλλ’ οἷον τρομωδῶς. ἡ δὲ οἷον κλονώδης κίνησις ἐν τοῖς ῥίγεσι μάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαμβάνουσα τὰ μόρια. περὶ μὲν δὴ τούτων ἐπιπλέον ἐν τοῖς μετὰ τοῦτο λεχθήσεται γράμμασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην ἤδη τῆς γαστρὸς μετέλθωμεν δύναμιν, τὴν ἀποκριτικήν τε καὶ προωστικὴν ὀνομαζομένην, ἧς ἡ μὲν οἷον στέρησις ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· ἡ δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται ἐν βραδείαις τισὶ περιττωμάτων διεξόδοις· ἡ δ’ οἷον

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download