De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
ἄγρυπνος. φαίνεται γὰρ διαστέλλων κατ’ ἀντίθεσιν τὸ κῶμα
τῆς ἀγρυπνίας, ὡς ἐναντία. αὖθις δ’ ἐν τῇ λοιμώδει καταστάσει,
κωματώδεές, φησιν, ἐπὶ πολὺ, καὶ πάλιν ἄγρυπνοι.
καὶ μετ’ ὀλίγα· κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ
καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι,
τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ
τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ λεπτοὺς καὶ μικροὺς
ὕπνους κοιμᾶσθαι. καὶ πάλιν· ἐν Θάσῳ τὸν Πάριον,
ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’
ἀρχὰς συνεχὴς, καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης,
καὶ πάλιν ἄγρυπνος. ἐν ἅπασι γὰρ τούτοις ἀντιτίθησι τὴν
ἀγρυπνίαν τῷ κώματι. συνήθως γοῦν οὕτως ἑρμηνεύων,
μυριάκις εὑρήσεις αὐτὸν, ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ,
τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ’ ἄλλως,
οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ τοῦ αὐτοῦ βιβλίου.
κάλλιον γὰρ ἐξ ἑνὸς εἶναι δοκεῖ πάντα τὰ παραδείγματα
λαβεῖν. δύο γυναῖκας ἀναγράφων πρὸ τῆς λοιμώδους
καταστάσεως, ἐπὶ μὲν τῆς προτέρης φησὶν, ἑτέρην ἐξ
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]