Digital Corpus for Graeco-Arabic Studies

Galen: De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)

Kühn 1824

κατὰ μέρος, ἀλλ’ εὐλόγως ὁτὲ μὲν ἐν ταῖς σμικραῖς ἀγρυπνίαις εὑρίσκεται τὸ κῶμα, ὁτὲ δ’ ἐν τῷ ὕπνῳ. καὶ γὰρ ἡ καταφορὰ ὁτὲ μὲν ὑπνώδης ἐστὶν, ὁτὲ δὲ ἄγρυπνος, ὥστε οὐκ ἔχεις εἰπεῖν περὶ τῶν καταφερομένων, ὅτι ἀγρυπνοῦσιν ἢ μή· τοσοῦτόν γε μὴν διαφέρουσιν, ὅσον οἱ μὲν πλείους αὐτῶν ὑπνοῦσιν, ὀλίγοι δὲ τῶν οὕτως ἐχόντων ἄγρυπνοι μένουσιν, ὅθεν καίτοι ἀμφοτέρων τυγχάνον τὸ πάθος, οἰκειότερον μέντοι πολλῷ τῶν ὑπνούντων εὑρίσκεται. διὰ τοῦτο μὲν οὖν φησιν, ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες, ὡς ἂν ἐπὶ τὸ πολὺ ὑπνώδους γιγνομένου. ἂν τοίνυν κοινόν ἐστιν ἀμφοτέρων τὸ κῶμα καὶ τοῦ ὕπνου οἰκειότερον, εὐλόγως, ὅταν βούληται τὴν ὑπνώδη σημαίνειν καταφορὰν, ἁπλῶς φάσκει κωματώδεις· ὅταν δὲ πάλιν τὴν ἄγρυπνον, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης φησὶ κωματώδεις ἀγρύπνους. οἶδε γὰρ ἀμφότερα, ὅτι τε οἰκειότερόν ἐστι τῷ ὕπνῳ τὸ κῶμα καὶ τῇ αὐτοῦ φύσει μᾶλλον ὡμοίωται, καὶ ὅτι μετ’ ἀγρυπνίας ἔστιν ὅτε συνίσταται. κᾂν μὲν τοῦθ’ οὕτως ἔχῃ, θαυμαστὸν οὐδὲν, εἰ μὴ μόνον τοῖς ληθαργικοῖς, ἀλλὰ καὶ τοῖς φρενιτικοῖς

Work

Title: Galen: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 643-665

Publisher: Cnobloch, Leipzig

Download