Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

Ὅταν δ’ ἐπὶ πλέον ἀκόλλητον ᾖ τὸ δέρμα τοῖς ὑποκειμένοις σώμασι, κόλπον ὀνομάζουσι τὸ τοιοῦτον πάθος· ἐφεξῆς δ’ ἀναμνήσω σε καὶ τῆς τούτου θεραπείας, ἣν ἐθεάσω με πολλάκις ἐπὶ πολλῶν ποιησάμενον. οὔσης οὖν τοιαύτης διαθέσεως, βέλτιον μὲν αὐλίσκον εὐθύτρητον ἢ ἐκ χαλκοῦ πεποιημένον ἢ ἐκ κέρατος ἡτοιμάσθαι σοι· μὴ παρόντος δ’ ἐκείνου, τῶν καλουμένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχοι τρῆμα· καὶ τό γε διὰ χάρτου κεκαυμένου συντιθέμενον ἡμέτερον φάρμακον, οἶδάς με πολλάκις ὀλίγον πολλῷ ῥοδίνῳ μιγνύντα, καὶ διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις ἐνιέντα· κᾄπειτα μοτῷ τιλτῷ μύοντα τὸ στόμιον. ὅσα δ’ ἐμπλαστὰ φάρμακα τήκοντες ῥοδίνῳ τοῖς τοιούτοις ἐνίεμεν, οὐ διεξέρχεται τὸν πυουλκόν· ἀλλ’ ἐπὶ τούτων κύστιν προσήκει λαβόντα χοιρείαν, προστιθέναι τὸν εὐθύτρητον αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόμενα φάρμακα δριμύτερα τῶν ἐμμότων ὀνομαζομένων· ὁποῖα ταῦτ’ ἐστὶ τὰ συνήθη πᾶσι, χλωρὰ τῇ χροιᾷ. προσήκει μὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστ’ ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι. καταλύεται δὲ τῶν ἐμμότων ἡ δύναμις ἐν ταῖς τοιαύταις 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]