Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

διδόναι τοῖς ἀῤῥώστοις τὸν στόμαχον, εἰ μηδὲν ἄλλο κωλύει· ὤνησε δὲ μεγάλως τοὺς τοιούτους στομάχους καὶ ἡ τῶν ἀκρωτηρίων τρίψις. εἰ δ’ ἐπὶ τούτοις βελτίους μὴ γένοιντο, τοὺς μὲν ἐκκαιομένους ἐπὶ λουτρὸν ἄγειν τὴν ταχίστην. ὅσοι δὲ ψύξεώς τινος αἴσθησιν ἔχουσι, τοῦ τε διὰ τριῶν πεπέρεων φαρμάκου καὶ αὐτοῦ τοῦ πεπέρεως μόνου καὶ ἀψινθίου πινόντων. ὅσοι δὲ μοχθηρῶν χυμῶν δακνόντων τὸ στόμα τῆς γαστρὸς ἐκλύονται, διδοὺς ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἐμεῖν κελεύειν. εἰ δὲ δυσεμεῖς εἶεν, θάλπειν χρὴ πρότερον αὐτά τε τὰ περὶ τὸν στόμαχον χωρία καὶ πόδας καὶ χεῖρας. εἰ δὲ μηδ’ οὕτως δύναιντο, πτερὰ ἢ δακτύλους καθιέντας ἐρεθίζειν. εἰ δὲ μηδ’ οὕτως, αὖθις αὐτοῖς ἔλαιον θερμὸν ὅτι κάλλιστον δοτέον. εἴωθε δὲ πολλάκις τοὔλαιον οὐκ εἰς ἔμετον μόνον ὁρμᾷν, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττειν· ἔστι δὲ καὶ τοῦτο οὐ μικρὸν ἀγαθὸν τοῖς παροῦσιν. ὥστ’ εἰ μὴ γένοιτο αὐτόματον, ἐπιτεχνᾶσθαι χρή· μάλιστα δὲ τοῖς προσθέτοις αὐτὸ πειρᾶσθαι δρᾷν· εἰ δὲ ῥᾷον ἐπὶ τοῖσδε γένοιτο, καὶ ἀψινθίου 

Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]