
De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
οὗτοι γὰρ οὐ σημαίνουσι πλείω, ἀλλὰ πάντως ἕν.
διά τε τὸ ἑκάτερον ἐνδέχεσθαι διττοὶ λέγονται· διὸ καὶ
δυνάμει φαμὲν αὐτοὺς, τοιοῦτο γὰρ τὸ δυνάμει οἶον τοῦτο
αὗ πάλιν, ὥσπερ καὶ πρόσθεν διῄρητο, ἢ ἐν ὀνόμασιν, ἢ
ἐν λόγῳ· ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν·
αὕτη γὰρ ἐφ᾿ ἑκάτερον ἕλκει τοὔνομα, ὥσπερ ἐν τῷ Ορος
ἕστηκεν, ἡ δασεῖα κατ᾿ ἀρχὰς τεθεῖσα, ἢ μή· ἐν δὲ λόγῳ,
διότι σύνθεσις καὶ διαίρεσις διττὸν ποιεῖ, δύναται δὲ κἀν
τοῖς συνθέτοις τῶν ὀνομάτων αὕτη, διὰ τὸ προσεοικέναι
λόγῳ, καθάπερ ἐν τῷ Νεάπολις καὶ καλὸς κᾀγαθός· μεταβάλλοι
δ᾿ ἀντὶ τῶν ἁπλῶν· ἀλλ᾿ οὐκ εἰς ἕτερον ὄνομα. τοῦτο
γὰρ ἡ προσῳδία μόνη ποιεῖ· ἀλλ᾿ εἰς λόγον, ὥσπερ τὸ αὐλητρὶς
δηλονότι, καὶ τὸν λόγον συνθείη πότ᾿ ἂν εἰς ὄνομα,
ὥσπερ τὸ προκείμενον· δόξει δ᾿ οὐδὲν ἧττον ἄτοπον ἴσως
τὸ φάσκειν, διὰ τὴν προσῳδίαν τε καὶ τὴν σύνθεσιν συμβαίνειν
τὰ σοφίσματα· εἴπερ ταῦτα μὲν διὰ τὸ διττὸν, καθάπερ
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]