Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πέψις ἐν ἥπατί τε καὶ φλεψὶ, τρίτη δὲ καθ᾿ ἕκαστον τῶν τρεφομένων μορίων, ἧς ἕνεκεν τῶν προτέρων δυοῖν δεόμεθα. ἀλλήλας γὰρ αἱ πέψεις διαδέχονται· ὅθεν τὸ ἧπαρ τοῖς μὲν ἐν τῷ σώματι μορίοις ἅπασι τὴν τροφὴν προπαρασκευάζει, ἐκείνῳ δὲ ἡ γαστὴρ, ἐκείνῃ δὲ τὸ στόμα. ἡ μὲν οὖν φύσις ὁμοιοῖ, ὅταν κρατέῃ καὶ πέττῃ τὴν τροφὴν τὴν ἐπεισιοῦσαν· καὶ δύναμις ἡ προϋπάρχουσα ἐπικρατέει καὶ κατεργάζεται καὶ ἀλλοιοῖ καὶ ὁμοιοῖ καὶ τὸ τέλος τρέφει.

Γίνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη γ᾿ ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροσθετηθεῖσα, ὁτὲ δὲ ἡ ὑστεραίη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροσθετηθεῖσα.

Ἔστιν ὅτε τὸ ἧπαρ ἰσχυρότερον ἕλκει, ἔστι δὲ ὅθ᾿ ἡ γαστήρ. πολλῆς γὰρ ἐν τῇ κοιλίᾳ τροφῆς περιεχομένης καὶ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]