Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

ἔμπυος γίνεται· καὶ ἢν μὲν αὐτίκα θεραπευθῇ, διαφεύγει ὡς τὰ πουλλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται, διαφθείρεται δὲ ὧδε· τοῦ φλέγματος ἐν τῷ πλεύμονι ἐνισταμένου τε καὶ σηπομένου, ἑλκοῦταί τε ὁ πλεύμων καὶ διάπυος γίνεται, καὶ οὔτε ἔτι ἔσω ἕλκει ἐς ἑωυτὸν ὅ τι καὶ ἄξιον λόγου τῆς τροφῆς, οὔτ’ ἔτι ἀποκαθαίρεται ἀπ’ αὐτοῦ ἄνω οὐδὲν, ἀλλὰ πνίγεταί τε καὶ δυσπνοεῖ ἀεὶ ἐπὶ μᾶλλον, καὶ ῥέγχει ἀναπνέων, καὶ ἀναπνέει αὐτόθεν ἄνωθεν ἐκ τῶν στηθέων, τέλος δὲ ἀποφράσσεται ὑπὸ τοῦ πτύσματος, καὶ ἀποθνήσκει.

13. Γίνεται δ’ ἔμπυος, καὶ ἢν ἐκ τῆς κεφαλῆς φλέγμα οἱ καταῤῥυῇ ἐς τὸν πλεύμονα· καὶ τὸ μὲν πρῶτον ὡς τὰ πολλὰ λανθάνει καταῤῥέον, καὶ βῆχά τε παρέχει λεπτὴν, καὶ τὸ σίελον πικρότερον ὀλίγῳ τοῦ ἐωθότος, καὶ ἄλλοτε θέρμη λεπτή· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, τρηχύνεταί τε ὁ πλεύμων, καὶ ἑλκοῦται ἔνδοθεν ὑπὸ τοῦ φλέγματος ἐνισταμένου καὶ ἐνσηπομένου, καὶ βάρος τε παρέχει τοῖσι στήθεσι καὶ ὀδύνην ὀξέην πρόσω καὶ ὀπίσω, θέρμαι τε ὀξύτεραι ἐμπίπτουσιν ἐς τὸ σῶμα· καὶ ὁ πλεύμων ὑπὸ τῆς θερμασίης ἄγει ἐς ἑωυτὸν ἐκ τοῦ σώματος φλέγμα, καὶ μάλιστα ἐκ τῆς κεφαλῆς· ἡ δὲ κεφαλὴ θερμαινομένη, ἐκ τοῦ σώματος· καὶ τοῦτο σηπόμενον πτύει ὑπόπαχυ· ὅσῳ δ’ ἂν ὁ χρόνος προΐῃ, εἰλικρινὲς πτύει πῦος· καὶ οἱ πυρετοὶ ὀξύτεροι γίνονται, καὶ ἡ βὴξ πυκνὴ καὶ ἰσχυρὴ, καὶ ἡ ἀσιτίη διακναίει· καὶ τέλος ἡ κοιλίη ἡ κάτω ταράσσεται, ταράσσεται δὲ ὑπὸ τοῦ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· οὗτος, ὅταν ἐς τοῦτο ἀφίκηται, ἀπόλλυται, καθάπερ εἴρηται ἐν τοῖσιν ἔμπροσθεν, διαπύου τοῦ πλεύμονος καὶ σαπροῦ γενομένου, ἢ τῆς γαστρὸς ῥυείσης τῆς κάτω.

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]