Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ϲθαι παρ’ ἑαυτῆϲ ἕξει, τὸ δὲ ϲυνάγεϲθαι καὶ ϲφίγγεϲθαι διὰ τὸν ὑπο- δεχόμενον ἀέρα, καὶ ὅϲῳ γ’ ἂν ᾖ ψυχρότεροϲ οὗτοϲ, τοϲούτῳ μᾶλλον πιλήϲει τε καὶ ϲυνάξει τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ μήτε θερμότητ’ ἐναργῆ μήτε ψυχρότητ’ ἔχῃ, τοιαύτην ἀναγκαῖόν ἐϲτιν ἐν αὐτῷ διαμένειν τὴν ὑψωθεῖϲαν ὁμίχλην, οἵαπερ ἦν ἐξ ἀρχῆϲ, καὶ γίγνεϲθαι λευκὸν μὲν ἀκριβῶϲ ἐξ αὐτῆϲ νέφοϲ, ἐπειδὰν ὑπὸ τῆϲ ἡλια- κῆϲ αὐγῆϲ νικηθῇ, μεταξὺ δὲ λευκοῦ τε καὶ μέλανοϲ, ὅταν μὴ τελέωϲ αὐτὴν ὁ ἥλιοϲ καταλάμπῃ. μὴ τοίνυν θαύμαζε, διὰ τί τὰ ϲώματα τῶν ζῴων ὁμοίαν ἴϲχει ποτὲ τοιᾷδε καταϲτάϲει τὴν ἐν αὐτοῖϲ διάθεϲιν, ἀλλὰ πείθου λέγοντοϲ Ἱπποκράτουϲ “νότοι βαρυήκοοι, ἀχλυ- ώδεεϲ, καρηβαρικοί, νωθροί, διαλυτικοί”. διηγεῖται γὰρ ἐν τῷ λόγῳ τῷδε τὰ παθήματα τοῦ ϲώματοϲ, ἃ πάϲχει μὲν ἐν ταῖϲ νοτίοιϲ κατα- ϲτάϲεϲιν, ὥϲτε, ὥϲπερ τὸ “καρηβαρικοὶ καὶ βαρυήκοοι καὶ διαλυτικοὶ καὶ νωθροί” κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν τοῖϲ ἡμετέροιϲ ϲώμαϲιν εἴρηται προδήλωϲ, οὕτωϲ ἡγεῖϲθαι χρὴ καὶ τὸ “ἀχλυώδεεϲ” λελέχθαι, τῆϲ ἐν ἡμῖν ἀθροιζομένηϲ ἀχλύοϲ διὰ νό- του δηλωτικὸν ὄν, οὐ τῆϲ τοῦ περιέχοντοϲ.

Πρωῒ μὲν τοῦ ἦροϲ ἐκ τῆϲ πρό- ϲθεν καταϲτάϲιοϲ ὑπεναντίηϲ καὶ βορείου γενομένηϲ ὀλί- γοιϲιν ἐγένοντο καῦϲοι καὶ τούτοιϲι πάνυ εὐϲταθεῖϲ, καὶ ὀλίγοιϲ ᾑμορράγηϲεν, οὐδ’ ἀπέθνῃϲκον ἐκ τούτων.

Ὅτι μὲν ὀλιγοχρόνιοϲ ἡ βόρειοϲ κατάϲταϲιϲ ἐγένετο πρωὶ τοῦ ἦροϲ, εὔδηλόν ἐϲτιν ἐκ τοῦ τὴν ὅλην τοῦ ἦροϲ κρᾶϲιν προ- ειρῆϲθαι πρὸϲ αὐτοῦ “νότιον”, οὐκ ἂν οὕτωϲ εἰπόντοϲ, εἴπερ ἐπὶ πολλὰϲ ἡμέραϲ ἔπνευϲεν ὁ βορρᾶϲ. ὅμωϲ δὲ καίπερ ὀλίγαϲ ἡμέραϲ γενομένου βορείου τοῦ περιέχοντοϲ, καυϲώδη τινὰ νοϲήματα ϲυν- έπεϲεν ὀλίγοιϲ, ἐπιεικῆ πάνυ καὶ ταχέωϲ καθιϲτάμενα. φηϲὶ γὰρ καὶ τούτοιϲι πάνυ εὐϲταθεῖϲ. γράφουϲι δ’ ἔνιοι [οὐ] πάνυ εὐ- ϲταθῆ, τινὲϲ δὲ εὐϲταθέα κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴϲῳ τῷ μέτρια καὶ οὐδὲν ὀλέθριον ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοιϲ αἱμορ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download