In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
Ἐξεκαθαίρετο μὲν ὅλον τὸ ϲῶμα διὰ τῆϲ ϲτραγγουρίαϲ. ταῦτα δ’ ἀναγκαῖον ἦν πάϲχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκριϲιϲ ἐγίγνετο τῶν δριμέων χυμῶν, δηλονότι δακνόμενα καὶ τῷ ϲυνεχεῖ τῆϲ ἀποκρίϲεωϲ ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνωϲ εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖϲ πλείονι τὰ τοιαῦτα ϲυμπτώματα ἐγίνετο διὰ τὸ πλῆθοϲ τῶν ἐκκαθαιρομένων περιττωμάτων.
Οὖρα δὲ τούτοιϲιν ᾔει πολλὰ παχέα, ποικίλα καὶ ἐρυθρά [ἐϲτιν], μειξόπυα μετ’ ὀδύνηϲ.
Ταῦτα πάντα τοῦ παντὸϲ ϲώματοϲ ἀποτιθεμένου τὴν περιουϲίαν τῶν μοχθηρῶν χυμῶν ἐγένετο, διὸ καὶ πάντεϲ ἐϲώθηϲαν. ποικίληϲ δ’ οὔϲηϲ αὐτῆϲ, ὡϲ ἔμπροϲθεν ἔφαμεν, (ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν,) εἰκότωϲ κἀν τοῖϲ οὔροιϲ ἐγένετο ποικιλία, οὐχ ἅπαϲιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖϲ μὲν τούτων, τοῖϲ δὲ τούτων.
Περιεγένοντο δὲ πάντεϲ οὗτοι καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. ὅϲα διὰ κινδύνων ...
Διὰ τί μὲν περιεγένοντο, προείρηται, ἐξεκαθάρθηϲαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅϲα διὰ κινδύνων ἔϲτιν οἳ [ἔνιοι] τῆϲ ἐχο- μένηϲ λέξεωϲ προτάττουϲιν, ἔνθα καὶ τὴν ἐξήγηϲιν αὐτοῦ ποιηϲόμεθα. † μετὰ τὴν δευτέραν κατάϲταϲιν ***
Πεπαϲμοὺϲ τῶν ἀπιόντων πάν- ταϲ πάντοθεν ἐπικαίρουϲ ἢ καλὰϲ καὶ κριϲίμουϲ ἀπο- ϲτάϲιαϲ ϲκοπέεϲθαι.
Ἔνιοι δὴ τὸ πέραϲ τῆϲ προγεγραμμένηϲ καταϲτάϲεωϲ ἀρχὴν ἐποιήϲαντο τῆϲ νῦν προκειμένηϲ διηγήϲεωϲ, ὡϲ ἔχειν αὐτὴν οὕτωϲ· Ὅϲα διὰ κινδύνων, πεπαϲμοὺϲ τῶν ἀπιόντων πάνταϲ
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]