In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
πάντοθεν ἐπικαίρουϲ ἢ καλὰϲ καὶ κριϲίμουϲ ἀποϲτάϲιαϲ
ϲκοπεῖϲθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τιϲ εἴη· “ὅϲα διὰ
κινδύνων προέρχεται πάθη, ϲκεπτέον ἐπ’ αὐτῶν ἐϲτι τοὺϲ πεπαϲμούϲ”·
ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώϲκειν τὴν προκειμένην
ῥῆϲιν, ἵν’ ὁ λόγοϲ ᾖ περὶ πάντων ἁπλῶϲ νοϲημάτων αὐτῷ καθόλου
λεγόμενοϲ ὡϲ αὐτῶν μηδέποτε τελευτώντων χωρὶϲ πεπαϲμοῦ.
πέψιϲ γάρ τίϲ ἐϲτι τῶν παρὰ φύϲιν ὁ πεπαϲμὸϲ τοῦ νοϲήματοϲ,
αὕτη δὲ ἡ πέψιϲ εἰϲ τὴν τοῦ πέττοντοϲ οὐϲίαν ἀγωγή τίϲ ἐϲτι τοῦ
πεττομένου. κατὰ φύϲιν μὲν οὖν ἔχοντοϲ τοῦ ϲώματοϲ, ὅταν καὶ τὸ
πεττόμενον οἰκείαν ἔχῃ φύϲιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωϲιϲ
ἁπάϲηϲ τῆϲ πεττομένηϲ οὐϲίαϲ ἢ τοῦ πλείϲτου μέρουϲ αὐτῆϲ γίνεται,
βραχυτάτου περιττεύοντοϲ ἡμῖν ἡμιπέπτου. παρὰ φύϲιν δὲ διακειμέ-
νων τῶν ϲωμάτων, ὅπερ ἐϲτὶν ἀλλοτρίων ὑπαρχόντων τῇ τοῦ μετα-
βάλλοντόϲ τε καὶ ἀλλοιοῦντοϲ φύϲει, τὸ μὲν ἐξομοιούμενον ὀλίγον
γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ
φύϲιν ἐχόντων ϲωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνδείκνυται, κατὰ
τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νοϲούντων ϲωμάτων ἐνδείξεται.
τῶν μὲν οὖν κατὰ τὴν γαϲτέρα τὰ περιττώματα κάτω διαχωρού-
μενα τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆϲ ἑαυτῶν ἰδέαϲ ἐνδείκνυται, τῶν
δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ μετὰ βηχὸϲ ἀναγόμενα, τῶν δὲ
κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆϲ ῥινὸϲ ἐκκρινόμενα, τῶν δὲ κατὰ τὰϲ
φλέβαϲ τὰ μετὰ τῶν οὔρων ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν
τε τοῖϲ Περὶ φυϲικῶν δυνάμεων ὑπομνήμαϲι καὶ ἐν τοῖϲ Περὶ κρί-
ϲεων λόγοιϲ, οὐχ ἥκιϲτα δὲ κἀν τοῖϲ Περὶ τῶν ἐν ταῖϲ νόϲοιϲ και-
ρῶν, ἐν οἷϲ γέγραπται τῶν πεττομένων νοϲημάτων τὰ γνωρίϲματα.
καὶ νῦν οὖν ὁ Ἱπποκράτηϲ αὐτὸ τοῦτό γε κελεύει πράττειν,
ἐπιϲκοποῦνταϲ τοὺϲ πεπαϲμοὺϲ τῶν νοϲημάτων ἐκ τῶν
ἐκκρινομένων περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέραϲ τῆϲ ῥήϲεωϲ
ἀντὶ τοῦ ϲκοπεῖϲθαι γράφουϲι “ποιέεϲθαι”, πρακτικόν τινα καὶ
θεραπευτικὸν καὶ ϲυμβουλευτικὸν εἶναι βουλόμενοι τὸν λόγον, οὐ
διαγνωϲτικόν. εἰ μὲν γὰρ ϲκοπεῖϲθαι τοὺϲ πεπαϲμοὺϲ κελεύει,
διαγνωϲτικόϲ τε καὶ προγνωϲτικὸϲ ὁ λόγοϲ ἐϲτίν· εἰ δ’ αὖ “ποιεῖ-
ϲθαι”, θεραπευτικόϲ ἐϲτιν. εὔδηλον δ’ ὅτι πεπαϲμοὺϲ ἐργάζεται τὰ
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]