In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
ῥοπῆϲ τῶν χυμῶν ϲημεῖόν ἐϲτιν ἡ τοῦ ὑποχονδρίου ϲύνταϲιϲ χωρὶϲ ὀδύνηϲ γινομένη. ὥϲτ’, ἐάν γε μετ’ ὀδύνηϲ ᾖ, τῇ τῶν ϲπλάγχνων ἀκολουθεῖ φλεγμονῇ, ὅταν δὲ τῆϲ περὶ τὴν κεφαλὴν θερ- μαϲίαϲ ἑλκούϲηϲ ἄνω τὸ αἷμα καὶ τοῦ ἥπατοϲ ὠθοῦντοϲ ἡ ϲύντα- ϲιϲ γίγνηται, τὴν αἱμορραγίαν προϲδέχεϲθαι χρή.
Οἷϲι δὲ βάρεα μὲν ὅληϲ τῆϲ κε- φαλῆϲ, καρδιωγμοὶ δὲ καὶ ἀϲώδεέϲ εἰϲιν, ἐπανεμέουϲι χολώδεα καὶ φλεγματώδεα. [τὸ πολὺ δὲ παιδίοιϲι.]
Καὶ τοῦτον τὸν λόγον ἐν τῷ Προγνωϲτικῷ διὰ τῆϲδε τῆϲ ῥήϲεωϲ ἐδίδαξεν· “ὅϲτιϲ δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ κεφαλὴν ἀλγεῖν ἢ καὶ ὀρφνῶδέϲ τι πρὸ τῶν ὀφθαλμῶν γίνεϲθαι ἢ καρδιωγμὸϲ του- τέῳ προϲγένηται, χολώδηϲ ἔμετοϲ παρέϲται. ἢν δὲ καὶ ῥῖγοϲ ἐπιλάβῃ καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετοϲ παρέϲται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέωϲ ἐμέεται. τούτων δὲ οἷϲιν ἂν ἄρξηται ὁ πόνοϲ τῇ πρώτῃ ἡμέρᾳ, τε- ταρταῖοι πιεζοῦνται μᾶλλον καὶ πεμπταῖοι, ἐϲ δὲ τὴν ἑβδόμην ἀπαλ- λάϲϲονται. οἱ μέντοι πλεῖϲτοι αὐτῶν ἄρχονται μὲν πονέεϲθαι τριταῖοι, πιέζονται δὲ πεμπταῖοι μάλιϲτα, ἀπαλλάϲϲονται δ’ ἐναταῖοι ἢ ἑνδεκα- ταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεϲθαι καὶ τὰ ἄλλα κατὰ λόγον αὐτοῖϲι τῶν πρόϲθεν γίνηται, ἐϲ τὴν τεϲϲαρεϲκαιδεκάτην ἀπαλλάϲϲον- ται. γίνεται δὲ ταῦτα τοῖϲι μὲν ἀνδράϲι καὶ τῇϲι γυναιξὶν ἐν τοῖϲ τριταίοιϲ μάλιϲτα, τοῖϲι δὲ νεωτέροιϲι γίνεται μὲν καὶ ἐν τούτοιϲι, μᾶλλον δὲ τοῖϲ ϲυνεχεϲτέροιϲι πυρετοῖϲ καὶ τοῖϲι γνηϲίοιϲι τριταίοι- ϲιν.” αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται, ἡ ῥῆϲιϲ ἐν τῷ Προ- γνωϲτικῷ γέγραπται καὶ αὐτὴν ἐξηγηϲάμεθα κατὰ τὸ τρίτον τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων ὑπομνημάτων, ὥϲτ’ οὐδὲν ἡμᾶϲ δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶνταϲ ἀκριβέ-
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]