Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριόν τι καὶ παράδειγμά ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων, ἐφ' ὧν ἔγραψε κατὰ τὴν ἑνδεκάτην ἡμέραν· οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχροα δὲ καὶ πολλά, εἶχεν ἐναιώρημα ὑπο- διεσπασμένον, οὐχ ἱδρύετο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ἕκτης καὶ δεκάτης ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ δὲ τῆς ἕκτης καὶ δεκάτης ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὡς τότε πρῶτον γενομένην, οὕτως εἰπών· περὶ δὲ ἕκτην καὶ δεκάτην [ἡμέρας] οὔρησεν ὀλίγῳ παχύτερα, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι λεπτὰ μέν, εὔχροα δὲ οὖρα διὰ μὲν τῆς εὐχροίας ἐνδεί- κνυται τὸ σωθήσεσθαι, διὰ δὲ τῆς λεπτότητος τὸ χρόνου δεῖσθαι πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ἕκτης καὶ δεκάτης ἡμέρας τὴν μεταβολὴν τῶν οὔρων ἐφεξῆς φησι· τῇ ἑπτακαιδεκάτῃ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ, καὶ εἴ γε σὺν οὔροις παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν ἂν ἔσχε τελέως καλῶς, οὔσης τῆς ἑπτακαιδεκάτης ἐπιδήλου τῆς εἰκοστῆς. ἐκρίθη μὲν οὖν ἐπ' αὐτῆς ταύτης, οὐ μὴν ἔσχε γε τὸ βέβαιον ἡ κρίσις. ἀλλὰ καὶ τὰ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ' ἐξ- επύει, ἤλγει δέ. καὶ μέντοι καὶ περὶ πρώτην καὶ τριακο- στὴν διαρροίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν, τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα, καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ τὰ ὦτα. καὶ τούτων οὖν προιόντων ἡ τελεία τοῦ νοσήματος ἀπαλλαγὴ κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ἐγένετο. μέμνησο τοίνυν ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν περίοδον τῶν κρισίμων ἡμερῶν γιγνομένης, ἀλλὰ καὶ τῆς ἐν τῷ μεταξύ. καὶ γὰρ αἱ ἐκκρίσεις ἐπὶ πάντων τῶν ἀρρώστων, οὐκ ἐπὶ τούτου μόνον, ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται γεγονυῖαι, καθά- περ γε καὶ ἐπὶ τούτου κατὰ τὰς κρισίμους ἡμέρας τὰ παρὰ τὰ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download