De Causis Morborum (Causes of Diseases)
Kühn 1824
ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ μὴν οὕτως γε ἔχει τἀληθές.
ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναμιν, ἐν τῷ τοῦ
φλέγματος γένει περιέχεται. κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν
ᾖ ξηρὸς καὶ θερμὸς, ὁμογενής ἐστι τῇ ξανθῇ χολῇ. λέλεκται
δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι. καὶ νῦν οὐ χρὴ μηκύνειν
ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον
ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
γράμμασιν· ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν
ἐπανίωμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήματα τῆς φύσεως
ἀποτιθεμένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα μόρια γίγνεται.
τοῦτο μὲν δὴ καὶ ἄλλοις ἔμπροσθεν εἴρηται πολλοῖς·
ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται· λογισμὸν
γάρ τινα καὶ νοῦν τῇ φύσει δώσομεν, ἐὰν ἁπλῶς
αὐτὴν ἀποτίθεσθαι φῶμεν ἐκ κυρίων μορίων εἰς ἄκυρα πᾶν
ὁτιοῦν ὑπάρχον μὴ χρηστόν. ἀλλ’ ὅτι μὲν ἐν τοῖς νοσήμασιν
αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάμεως
ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέσεως
οὐκ ἀκριβῶς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο, διότι μηδὲ τὰς
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]