Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

πνεύματι συνεκπυροῦται τὰ ὑγρά. καὶ μέν γε καὶ τὸ στερεὸν σῶμα τοῖς ὑγροῖς τε καὶ ἀερώδεσιν ἑτοιμότερον μεταδίδωσι· τῆς θερμασίας ἢ αὐτὸ παρ’ ἐκείνων λαμβάνει· πᾶσα μὲν γὰρ ἡ λεπτομερὴς οὐσία ῥᾷον ἀλλοιοῦται τῆς παχυμεροῦς· ἔστι δὲ λεπτομερεστάτη μὲν ἡ τοῦ ἀέρος, παχυμερεστάτη δὲ ἡ τῶν στερεῶν σωμάτων, ἐν τῷ μεταξὺ δὲ ἀμφοῖν ἡ τῶν ὑγρῶν, οὐδὲν δὲ διαφέρει ἔν γε τῇ παρούσῃ διδασκαλίᾳ πνεῦμα λέγειν ἢ ἀέρα· διώρισται γὰρ ὑπὲρ αὐτῶν ἀκριβεστέρως ἑτέρωθι. νῦν δὲ ἀρκεῖ τό γε τοσοῦτον γινώσκειν, ὅπερ, οἶμαι, καὶ ὁ Ἱπποκράτης ἐνδεικνύμενος ἔλεγε, τὰ ἴσχοντα καὶ τὰ ἐνισχόμενα καὶ τὰ ἐνορμῶντα· ἴσχοντα μὲν αὐτὰ τὰ στερεὰ μόρια τοῦ σώματος, ἐνισχόμενα δὲ τὰ ὑγρὰ, ἐνορμῶντα δὲ τὰ πνεύματα προσαγορεύων. ἄρχεται μὲν γὰρ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημένων ἡ πυρετώδης διάθεσις, οὐ καταμένει δὲ ἐν τῷ πρώτῳ γένει τοῦ βλαβέντος, ἀλλ’ ἐπινέμεται τὰ λοιπὰ δύο, καὶ εἰ μὴ φθάσειε λυθῆναι, συνδιατίθησιν ὡσαύτως κᾀκεῖνα τῷ χρόνῳ. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δὲ ἀποδεῖξαί τε ἅμα τὰ εἰρημένα καὶ τὰς διαγνώσεις ἑκάστου γένους τῶν πυρετῶν

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]