Digital Corpus for Graeco-Arabic Studies

Galen: De Tremore, Palpitatione, Convulsione et Rigore (On Tremor, Palpitation, Spasm and Rigor)

Kühn 1824

μὲν γάρ φασιν ἰσχυρῶς πολλοὶ καὶ τῶν ὑγιαινόντων, οἱ μὲν ἑκόντες, ἐμψύξεως ἐπιθυμίᾳ διατρίψαντες ἐπὶ πλέον ἐν ὕδατι ψυχρῷ, τινὲς δὲ καὶ χρείᾳ τούτου χρονίζουσιν ἐν τῷ ψυχρῷ, ῥιγοῦσι δ’ οὐκ εὐθὺς, ὥσπερ οὐδ’ ὁ λελουμένος, εἶθ’ ἑαυτὸν ἐμβαλὼν εἰς ὕδωρ ψυχρόν. οὐδὲ γὰρ οὗτος εἰ μὴ χρονίσειεν ἐπὶ πολὺ, ῥιγοῖ, καίτοι τῆς γε τοῦ ψυχροῦ ποιότητος αἰσθάνεται σαφῶς. ὥσθ’ ὅσον οὖν τῷ τῆς ψύξεως αἰσθάνεσθαι πάντες ἂν εὐθέως ἐῤῥίγουν οὗτοι, εἴπερ ἦν αἰσθητὴ ψύξις τὸ ῥῖγος. ἀλλ’ οὐ ῥιγοῦσιν, εἰκότως· οὐ γάρ ἐστιν ἅπασι μετ’ ὀδύνης ἡ ψύξις, ἀλλά τινες αὐτῶν, ὅσοι θέρους ὥρᾳ μάλιστα μὴ φέροντες τὸ πνῖγος εἰς ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσιν, οὕτω φιληδοῦσι πρὸς τὴν ψύξιν, ὥστε διατρίβουσιν εἰς τοσοῦτον ἐν αὐτῷ, μέχρις ἂν ἁπτομένῳ σοι δόξωσιν ἀπεψῦχθαι δίκην κρυστάλλου. ἆρ’ οὖν ἔχοιμεν ἂν ἤδη τὸ πᾶν, ὀδυνηρὰν ψύξιν ὁρισάμενοι τὸ ῥῖγος, ἤ τινος ἔτι προσδεῖ; τάχα γὰρ οὐ πᾶν ῥῖγος οὕτως ὁριστέον. ἐπί γέ τοι τῶν νοσούντων οὐ ταὐτὸν μὲν δοκεῖ τὸ ῥιγοῦν τῷ φρίττειν ἢ καταψύχεσθαι. λέγομεν οὖν πολλάκις, εἰσβολὴν

Work

Title: Galen: De Tremore, Palpitatione, Convulsione et Rigore
English: On Tremor, Palpitation, Spasm and Rigor
Original: Περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 584-642

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_065.xml [119 Kb]