
De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν,
ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος. ἐπὶ δὲ τῆς
δευτέρας φησί· γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ,
τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν· καὶ
πάλιν εἰς νύκτα ἐπεῤῥίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνοντο,
οὐκ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει·
η΄ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης,
ἀσώδης. ἑξῆς δ’ ἐν τῷ λοιμῷ πολλοὺς ἀῤῥώστους γράφει,
πρῶτόν θ’ ἁπάντων, οὗ μικρὸν πρόσθεν ἐμνημόνευσα, ποικίλως
τε καὶ ἀνωμάλως νοσήσαντα, καὶ πολλὰς πολλάκις
(ἀπιότ. καὶ ἀχειρόπ.) εἰς τἀναντία μεταβολὰς ποιησάμενον.
ἄρχεται δὲ τοῦτον τὸν τρόπον· ἐν Θάσῳ τὸν Πάριον, ὃς
κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς. ἀλλ’ οὐδὲν
εἰς τὸν παρόντα λόγον χρεία πρώτων ἡμερῶν, ὧν δὲ
χρῄζω, τούτων μνημονεύσω. ἑνδεκάτῃ ἵδρωσεν οὐ δι’ ὅλου,
περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. σαφῶς γὰρ ἂν
τῷ περιέψυξε τὸ ἀνεθερμάνθη ἐναντίον. ἔπειτα δωδεκάτῃ
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]