De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
δὲ πάλιν παρείποντο. εἶτ’ ἐφεξῆς· καὶ τὰς ἑπομένας ἄφωνος,
καὶ πάλιν κατενόει καὶ διελέγετο. ἀλλὰ τί δεῖ μακρολογεῖν
ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων; οὕτω
πολλὰ παρ’ αὐτοῦ τοῦ τοιούτου εἴδους τῆς ἑρμηνείας. ὡς
ὅταν λέγῃ, κωματώδης καὶ πάλιν ἄγρυπνος, ἐναργῶς ἀντιτίθησι
τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν ἀγρυπνίᾳ καταφορὰν
εἰς ὕπνον ἔχεις ἀντιτιθέναι, καὶ οὐδὲν ἄλλο τοίνυν θάτερον
ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον. τί δ’ ὅταν
λέγῃ, κατεῖχε δ’ ἢ τὸ κῶμα συνεχὲς οὐχ ὑπνῶδες, ἢ μετὰ
πόνων ἄγρυπνοι. καὶ γὰρ ἂν καὶ τὸ τοιοῦτο εἶδος τῆς ἑρμηνείας
ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι τὰ συνέπεσθαι μὲν
εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον. οἷον ὅταν εἴπῃ,
οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν
καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγίη, εἰ μὲ
πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι. καὶ μετὰ
ὀλίγα· οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ, οὐδὲ φρενιτικὰ
τότε γενόμενα. δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν,
ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους, μηδὲν ἀπαντῆσαν
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]