
De Comate Secundum Hippocratem (On Coma According to Hippocrates)
Kühn 1824
τηνικαῦτα, ὁμοίως ἐπισημαίνεται. καὶ τὸ ἐπιφερόμενον
δ’, οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα, κατὰ τὸν αὐτὸν
εἴρηται λόγον. ἐπὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ
τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ φρενίτιδες, ἀμέλει κατὰ
τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν, καὶ ἐν χωρίοις θερμοτέροις,
καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, καὶ ἐν φύσεσι θερμοτέραις,
καὶ διαιτήμασιν ὡσαύτως, καὶ ἐπιτηδεύμασιν.
καὶ τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι
τὸ ἀπαντῆσαν, φρενίτιδες μὲν οὐδ’ ὅλως ἐγένοντο,
καῦσοι δὲ πολλοί. κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ
ταῦτ’· ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων. ἀρχόμενοι
κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς οὐκ ὀξὺς,
οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι. καὶ μετ’ ὀλίγον· οὔτε
γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις
ἐγένετο κρίσιμος. ἐκεῖνα δὲ πῶς εἴρηται; ἐπάρματα δὲ
παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν, καὶ ἐξ ἀμφοτέρων
τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ
Work
Title: De Comate Secundum Hippocratem
English: On Coma According to Hippocrates
Original: Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 643-665
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_066.xml [46 Kb]