Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τὰ δὲ νεῦρα τοῖς ζῴοις ἔχει τόνδε τὸν τρόπον. Ἡ μὲν ἀρχὴ καὶ τούτων ἐστὶν ἐκ τῆς καρδίας· καὶ γὰρ ἐν αὑτῇ ἡ καρδία ἔχει νεῦρα ἐν τῇ μεγίστῃ κοιλίᾳ, καὶ ἡ καλουμένη ἀορτὴ νευρώδης ἐστὶ φλέψ, τὰ μὲν τελευταῖα καὶ παντελῶς αὐτῆς· ἄκοιλα γάρ ἐστι, καὶ τάσιν ἔχει τοιαύτην οἵαν περ τὰ νεῦρα, ᾗ τελευτᾷ πρὸς τὰς καμπὰς τῶν ὀστῶν. Οὐ μὴν ἀλλ’ οὐκ ἔστι συνεχὴς ἡ τῶν νεύρων φύσις ἀπὸ μιᾶς ἀρχῆς, ὥσπερ αἱ φλέβες. Αἱ μὲν γὰρ φλέβες, ὥσπερ ἐν τοῖς γραφομένοις κανάβοις, τὸ τοῦ σώματος ἔχουσι σχῆμα παντὸς οὕτως ὥστ’ ἐν τοῖς σφόδρα λελεπτυσμένοις πάντα τὸν ὄγκον φαίνεσθαι πλήρη φλεβίων (γίνεται γὰρ ὁ αὐτὸς τόπος λεπτῶν μὲν ὄντων φλέβια, παχυνθέντων δὲ σάρκες), τὰ δὲ νεῦρα διεσπασμένα περὶ τὰ ἄρθρα καὶ τὰς τῶν ὀστῶν ἐστὶ κάμψεις. Εἰ δ’ ἦν συνεχὴς ἡ φύσις αὐτῶν, ἐν τοῖς λελεπτυσμένοις ἂν καταφανὴς ἐγίνετο ἡ συνέχεια πάντων. Μέγιστα δὲ μέρη τῶν νεύρων τό τε περὶ τὸ μόριον τὸ τῆς ἅλσεως κύριον (καλεῖται δὲ τοῦτο ἰγνύα), καὶ ἕτερον νεῦρον διπτυχές, ὁ τένων, καὶ τὰ πρὸς τὴν ἰσχὺν βοηθητικά, ἐπίτονός τε καὶ ὠμιαία. Τὰ δ’ ἀνώνυμα περὶ τὴν τῶν ὀστῶν ἐστὶ κάμψιν· πάντα γὰρ τὰ ὀστᾶ, ὅσα ἁπτόμενα πρὸς ἄλληλα σύγκεινται, συνδέδενται νεύροις, καὶ περὶ πάντα ἐστὶ τὰ ὀστᾶ πλῆθος νεύρων. Πλὴν ἐν τῇ κεφαλῇ οὐκ ἔστιν οὐδέν, ἀλλ’ αἱ ῥαφαὶ αὐταὶ τῶν ὀστῶν συνέχουσιν αὐτήν. Ἔστι δ’ ἡ τοῦ νεύρου φύσις σχιστὴ κατὰ μῆκος, κατὰ δὲ πλάτος ἄσχιστος καὶ τάσιν ἔχουσα πολλήν. Ὑγρότης δὲ περὶ ταῦτα μυξώδης γίνεται, λευκὴ καὶ κολλώδης, ᾗ τρέφεται καὶ ἐξ ἧς γιγνόμενα φαίνεται. Ἡ μὲν οὖν φλὲψ δύναται πυροῦσθαι, νεῦρον δὲ πᾶν φθείρεται πυρωθέν· κἂν διακοπῇ, οὐ συμφύεται πάλιν. Οὐ λαμβάνει δ’ οὐδὲ νάρκη, ὅπου μὴ νεῦρόν ἐστι τοῦ σώματος. Πλεῖστα δ’ ἐστὶ νεῦρα περὶ τοὺς πόδας καὶ τὰς χεῖρας καὶ πλευρὰς καὶ ὠμοπλάτας καὶ περὶ τὸν αὐχένα καὶ τοὺς βραχίονας. Ἔχει δὲ νεῦρα πάντα ὅσα ἔχει αἷμα· ἀλλ’ ἐν οἷς μή εἰσι καμπαὶ ἀλλ’ ἄποδα καὶ ἄχειρά ἐστι, λεπτὰ καὶ ἄδηλα· διὸ τῶν ἰχθύων μάλιστά ἐστι δῆλα πρὸς τοῖς πτερυγίοις.

〈الأعصاب νευρα〉

فأما العصب الذى فى أجساد الحيوان فهو على ما نصف. أما أصلها فهو من القلب لأن فى البطن العظيم من بطون القلب عصباً، وخلقة العرق الذى يسمى أورطى شبيهة بخلقة عصب، لأن أواخرها ليست بمجوفة وهى قوية مثل العروق ولا سيما فى الأماكن التى فيها تلصق بالعظام. ولكن ليست خلقة العصب متصلة متتابعة ملتئمة بأصل واحد مثل العروق، فإن جميع العروق 〈كما يظهر فى تخطيطات الرسامين〉 تظهر فى كل الجسد المهزول جداً، فأما العصب فإنه مفترق فيما يلى المفاصل وانثناء العظام. ولو كان طباع جميع الحيوان متصلاً متتابعاً، لظهر [٦٤] ذلك فى الأجساد المهزولة جداً.

وأعظم أجزاء العصب تكون فى باطن الركبتين 〈أى فى〉 الأجزاء الموافقة لقوة الأجساد، ولا سيما ما يأخذ منه إلى ناحية الظهر ومراجع الكتفين. فأما ما يلى انثناء العظام من العصب فليس يسمى بأسماء خاصة بها، لأن جميع العظام التى يلصق بعضها ببعض، أو يتركب بعضها فى بعض، مربوطة بعصب، وفيما يلى جميع العظام كثرة عصب.

والعصب، من قبل طباعه، ينشق بالطول؛ فأما بالعرض فليس ينشق ألبتة. وهو يمتد امتداداً كثيراً. وحول العصب رطوبة بيضاء مخاطية لزجة ومن تلك الرطوبة يتولد ويتغذى. وينبغى لنا أن نعلم أن العروق تتصل وتلتئم بعد قطعها، فأما العصب فإنه لا يتصل ولا يلتئم بعد قطعه. وليس فى الرأس شىء من العصب، وإنما يمسك عظام الرأس بعضها ببعض من قبل التشعب والخياطة التى فيها — وكثرة العصب تكون فيما يلى اليدين والرجلين والأضلاع ومراجع الأكتاف والعنق والعضدين —. ولجميع الحيوان الدمى عصب. فأما الحيوان الذى ليس له انثناء أعضاء، لأنه ليس له يدان ولا رجلان، فله عصب رقيق ليس ببين: ولذلك لا يستبين العصب فى أجناس السمك، ما خلا العصب الذى يكون فيما يلى الأجنحة (= الزعانف).