Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἀρχὴν τοῦ Δίου μηνὸϲ τοῦ φθινοπώρου γίνεϲθαι τὴν ἰϲη- μερίαν, εἴϲεται τὴν μὲν χειμερινὴν τροπὴν ὡϲ μετὰ τρεῖϲ μῆναϲ ἐϲομένην ἐν ἀρχῇ τοῦ κατὰ τὸ τοῦ ἐνιαυτοῦ πέραϲ Περιτίου μηνόϲ· (τοῦτο γὰρ ϲημαίνει κατὰ Μακεδόναϲ·) τὴν δὲ ἐαρινὴν ἰϲη- μερίαν τοῦ Ἀρτεμιϲίου, καθάπερ γε καὶ τὴν θερινὴν τροπὴν τοῦ Λώου. κατὰ γὰρ τὰϲ ἀρχὰϲ τῶν εἰρημένων μηνῶν αἵ τ’ ἰϲημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόναϲ, οὕτωϲ αὐτῶν ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺϲ μῆναϲ. ὁ τοίνυν ταῦτα μαθὼν ἐὰν προϲεπιμάθῃ τὸν μὲν ἀρκτοῦρον ἐπιτέλλοντα πρὸ ἡμερῶν ὡϲ δώδεκα τῆϲ φθινο- πωρινῆϲ ἰϲημερίαϲ, πλειάδαϲ δὲ δυομέναϲ ὡϲ μετὰ πεντήκοντα, γνώ- ϲεται, πόϲτῃ τίνοϲ καθ’ ἕκαϲτον τόπον μηνὸϲ ἑκάτερον τῶν ἄϲτρων ἐπιτέλλει, παραφυλάξει τε βουλόμενοϲ ἀκολουθεῖν Ἱπποκράτει τὴν μεταβολὴν τῆϲ περὶ τὸν ἀέρα κράϲεωϲ ὁποία τιϲ καθ’ ἑκάϲτην ὥραν γίνεται. χρὴ δὲ δηλονότι τοὺϲ μῆναϲ οὐ πρὸϲ ϲελήνην ἀριθμεῖϲθαι, καθάπερ ἐν ταῖϲ πλείϲταιϲ νῦν τῶν Ἑλληνίδων πόλεων καὶ ἐν ἁπάϲαιϲ δὲ τὸ ἀρχαῖον, ἀλλὰ πρὸϲ ἥλιον, ὡϲ καὶ ἐν πολλοῖϲ τῶν ἐθνῶν ἀριθμεῖται καὶ δὴ καὶ παρὰ Ῥωμαίων ὁ ϲύμπαϲ ἐνιαυτὸϲ εἰϲ δώδεκα μῆναϲ διαιρούμενοϲ, ἑνὸϲ μὲν αὐτῶν ὀκτὼ καὶ εἴκοϲιν ἡμερῶν ὄντοϲ, ὃν δεύτερον καταλέγουϲι μετὰ τὰϲ τροπὰϲ χειμερι- νάϲ, αὐτοῦ δὲ τοῦ πρώτου μετὰ τὰϲ τροπὰϲ, ὃν καὶ πρῶτον ὅλου τοῦ ἔτουϲ ἀριθμοῦϲιν, μίαν ἐπὶ ταῖϲ τριάκοντα προϲειληφότοϲ, ὥϲπερ γε καὶ τοῦ τρίτου μετὰ τὰϲ τροπάϲ. καὶ γὰρ καὶ οὗτοϲ αὐτόϲ ἐϲτι μιᾶϲ καὶ τριάκοντα ἡμερῶν, ὁ δὲ τέταρτοϲ τριακονθήμεροϲ, ὁ δὲ πέμπτοϲ μίαν ἐπὶ ταῖϲ τριάκοντα προϲείληφεν, ὁ δὲ ἕκτοϲ τριάκοντα, οἱ δὲ μετὰ τὸν ἕκτον δύο μῆνεϲ μιᾶϲ καὶ τριάκοντα, ὁ δὲ μετὰ

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download