Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ραγῆϲαί φηϲιν, ὅπερ ἦν ἴδιον τῶν ϲφοδρῶν καύϲων, ὥϲπερ καὶ τὸ παραληρεῖν καὶ τὸ ἀποθνῄϲκειν, ἅπερ οὐδ’ αὐτὰ τοῖϲ τότε γενομένοιϲ ϲυνέπεϲεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίϲτοιϲ ἐγένοντο, τοῦ ϲφοδροῦ καὶ ὡϲ ἂν εἴποι τιϲ γνηϲίου καύϲου τὴν γένεϲιν ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντοϲ, ἣν δὴ καὶ ὠχρὰν χολὴν ὀνομάζουϲιν. ταύτην δ’, ὡϲ ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταϲτάϲει μόνον κατὰ τὸ προγεγο- νὸϲ θέροϲ ἔϲχον οἱ φύϲει χολώδειϲ οὐ πολλήν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ τὴν εἰρημένην κατάϲταϲιν ὑγρὰν οὖϲαν ἔτι καὶ μᾶλλον ἀχλυώδη τε καὶ ὁμιχλώδη γενέϲθαι. εἰκότωϲ οὖν ὀλιγίϲτοιϲ ϲυν- έπεϲεν ὁ καῦϲοϲ, οἳ πάνυ χολώδειϲ ἦϲαν, καὶ τούτοιϲ οὐκ ἀκριβὴϲ οὐδὲ ϲφοδρόϲ, ἀλλ’ ἐπιεικὴϲ καὶ λυθῆναι ῥᾴδιοϲ. οἷϲ δ’ οὖν ϲυνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προήγητο μὲν δὴ τὸ θέροϲ τοῦ φθινο- πώρου κατὰ φύϲιν ἔχον. ἄρχεται γὰρ ὁ Ἱπποκράτηϲ τῆϲ τῶν κατα- ϲτάϲεων διηγήϲεωϲ, ὅταν πρῶτον εἰϲ τὸ παρὰ φύϲιν ἐκτραπῇ τὸ περι- έχον. ἀναγκαῖον δ’ ἦν ἐν τῷ κατὰ φύϲιν θέρει τοῖϲ πάνυ χολώδεϲιν ἠθροῖϲθαι πλείονα τὸν χυμὸν τοῦτον. ἐφεξῆϲ οὖν ἡ γενομένη κατά- ϲταϲιϲ ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦροϲ οὔτ’ ηὔξηϲέ τι τὸν χυμὸν τοῦτον, οὐ γὰρ ἦν θερμὴ ϲφοδρῶϲ καὶ ξηρά, καθάπερ τὸ θέροϲ, οὔτ’ ἐμείωϲέ τι, οὐ γὰρ ἦν ἱκανῶϲ ψυχρά, καθάπερ ὁ κατὰ φύϲιν ἔχων χειμών, ἀλλ’ οὐδὲ διεφόρηϲεν, οὐ γὰρ ἦν ἀκριβῶϲ ξηρά. λείπεται τοί- νυν αὐτὸν διαφυλαχθῆναι προϲλαβόντα τὴν οἷον ἀχλυώδη τε καὶ ὁμι- χλώδη διὰ τὴν τοῦ περιέχοντοϲ ὀλίγην ὑγρότητά τε καὶ θερμότητα ϲυντραφεῖϲαν ἀτμίδα. πρωὶ δὲ τοῦ ἦροϲ ἐξαίφνηϲ ἀήθωϲ γενομέ- νου τοῦ βορρᾶ, πρὸϲ τὸ βάθοϲ τοῦ ϲώματοϲ ὠθουμένων ὑπ’ αὐτοῦ τῶν χυμῶν ὁ λεπτότατοϲ πρῶτοϲ ἐρρύη καὶ οὕτωϲ εἰργάϲατο τὸν καῦϲον. οὐ γὰρ ἐν οἷϲ ἔτυχε μορίοιϲ ἀθροιζόμενοϲ τοῦ ϲώματοϲ ὁ χυμὸϲ οὗτοϲ ἐργάζεται τὸν καῦϲον, ἀλλὰ περί τε τὴν γαϲτέρα καὶ ταύτηϲ μάλιϲτα τὸ ϲτόμα καὶ τοῦ ἥπατοϲ τὰ ϲιμά. καὶ ὁμοίωϲ οὐχ ᾑμορράγει ** ἴδιον εἴπερ ἄλλο τι τῶν ἀκριβῶν καύϲων ἐϲτὶ τὸ δι’ αἱμορραγίαϲ κρίνεϲθαι. καλεῖ δ’ αἱμορραγίαϲ ὁ Ἱπποκράτηϲ ἄνευ τοῦ προϲθεῖναι τὸ μέροϲ, ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰϲ ἐκ τῶν μυκτήρων ἀποτελουμέναϲ. οὐδὲν δέ ἐϲτι θαυμαϲτὸν ἀναϲτομοῦϲθαί τε καὶ ἀναρρήγνυϲθαι τὰϲ ἐνταῦθα φλέβαϲ ὑπὸ τοῦ αἵματοϲ ἐπὶ τὸ μετ- έωρον ἀναφερομένου διὰ τὴν θερμαϲίαν, ὑφ’ ἧϲ ἀναγκαῖόν ἐϲτιν αὐτὸ καὶ πνευματοῦϲθαι καὶ τότε τὰϲ φλέβαϲ ἀναϲτομοῦϲθαί τε καὶ ἀναρ-

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download