Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

αὐτοῦ, πλείω προηγεῖται συμπτώματα. δεομένου γὰρ τοῦ μέλλοντος θρέψεσθαι καλῶς ἕλκειν τε πρὸς ἑαυτὸ τὴν οἰκείαν τροφὴν καὶ κατέχειν αὐτὴν ἄχρις ἂν ἀλλοιῶσαν ἐξομοιώσῃ, καὶ μέντοι καὶ ἀποκρίνειν τὸ περιττόν· ὄντος δὲ καὶ αὐτοῦ τοῦ περιττοῦ διττοῦ κατὰ γένος, ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν, ἢ τῷ ποιῷ, ἀνάγκη πᾶσα τὸ ἀτροφοῦν μόριον ἢ δι’ ἕν τι τῶν εἰρημένων τοῦτο πάσχειν, ἢ διὰ πλείω. εἴτε γὰρ ἐλλιπῶς ἕλκει τὸ θρέψον, ἢ μηδ’ ὅλως, ἢ μοχθηρῶς ἀτροφήσει τὸ μόριον· εἴτε τοῦτο μὲν ὅσον τε ἐχρῆν εἶναι καὶ οἷον ἐπάρδοιτο, σύμπτωμα δέ τι περὶ τὴν καθεκτικὴν δύναμιν εἴη τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἀνάλογον, ἀτροφήσει καὶ οὕτως. εἰ δὲ καὶ τούτων τῶν δυνάμεων ἀμέμπτως ἐνεργουσῶν ἡ ἀποκριτικὴ σφάλλοιτο πλέον ἢ προσῆκε κενοῦσα, καὶ οὕτως ἂν ἰσχνὸν καὶ ἄτροφον ἀποδειχθείη τὸ μόριον. ἀλλὰ μὴν καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως τὰ συμπτώματα, τὸ μὲν οἷον στέρησις, ὅπερ ἀπεψίαν ἔφαμεν ὀνομάζεσθαι, ἄντικρυς δῆλον, ὡς ἰσχνὸν ἐργάζεται τὸ μόριον· 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download