Digital Corpus for Graeco-Arabic Studies

Galen: Ad Glauconem de Methodo Medendi (Therapeutics to Glaucon)

Kühn 1826

οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρμακα, καθάπερ ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγμονὴν αὐτῷ προσαγόμενα τῇ μίξει τῶν μαλακτικῶν. ἦν δ’ ἐκεῖνα τὰ δι’ ἀψινθίου κόμης καὶ μυροβαλάνου πιέσματος καὶ νάρδων ἀμφοτέρων Ἰνδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ μαστίχης Χίας καὶ μύρων τῶν διὰ ναρδοστάχυος σκευαζομένων, ἔτι δὲ μαστιχίνου καὶ σχινίνου καὶ μηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀμμωνιακόν τε θυμίαμα καὶ βδέλλιον, οἵ τ’ εἰρημένοι μυελοὶ καὶ τὰ στέατα μιγνύμενα καὶ τὰ τέμνειν δυνάμενα, τὸν γεννώμενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο μετὰ τῆς προσηκούσης δηλονότι διαίτης καὶ τῶν ἅμα αὐτῇ πινομένων φαρμάκων, σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυμὸν τὸν ἐν τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης αὐτῶν. ἐπιμιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι· παμπόλλη δ’ ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραμμένη μὲν ὑπὸ πολλῶν, εἰρημένη δὲ καὶ πρὸς ἡμῶν ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρημένα.



Work

Title: Galen: Ad Glauconem de Methodo Medendi
English: Therapeutics to Glaucon
Original: Τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 1-146

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_079.xml [300 Kb]