Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐκ τούτων ὀφθαλμὸς καὶ γλῶττα καὶ κεφαλὴ καὶ τὰ σπλάγχνα καὶ τὰ κῶλα· καὶ πάλιν ἐκ τούτων ὅλων τὸ σῶμα. ταῦτα δὲ πάντα ἔχει τὰς φυσικὰς ποιότητας ἐν αὐτοῖς· ὡς κατὰ μὲν τὴν ἐπικράτησιν ὑγρὸν μὲν, ἡ σὰρξ, ὁ χόνδρος δὲ ψυχρόν· τὸ δ᾿ ὀστοῦν ξηρὸν καὶ ψυχρόν. ἡ πιμελὴ δὲ ὑγρὸν καὶ θερμὸν, ἕκαστόν τε τῶν ἄλλων ὁμοιομερῶν. καὶ μὲν δὴ καὶ ὡς χῶραι πολλαὶ μεταξὺ τῶν εἰρημένων ὁμοιομερῶν τε καὶ πρώτων μορίων ὑπάρχουσι καὶ τούτων ἔτι πλείους τε καὶ μείζους ἐν τῷ μέσῳ τῶν ὀργανικῶν τε καὶ συνθέτων, ἵνα δὲ τροφὴν τὰ μέρη πάντα τοῦ σώματος λάβῃ, ἐνίοτε ἡ φύσις καθ᾿ ἓν ὁτιοῦν ὁμοιομερὲς μόριον τὴν χώραν δεδημιούργηκε, ὡς ἐν ὀστῷ καὶ δέρματι. καὶ τὰ μὲν μαλακὰ τῶν σωμάτων ἀλλήλοις ἐπιπίπτοντα τὰς ἐν τῷ μεταξὺ χώρας ἀδήλους πρὸς τὴν αἴσθησιν ἔχουσιν. ὅσα δὲ σκληρὰ καὶ ξηρὰ πάνυ, αἰσθητὰ ἔχει καὶ τὰ διαλείμματα, ὡς ἔστιν ἰδεῖν ἐν τοῖς ὀστοῖς τὰς σήραγγας, ἐν αἷς ἐστιν ὑγρὸν παχὺ καὶ λευκὸν, ὅπερ ἡ φύσις αὐτὴ εἰς θρέψιν τοῖς ὀστοῖς παρεσκεύασεν. ἐν δὲ τῷ δέρματι πόροι τινές εἰσι

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]