Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

τῶν ϲτερεῶν ϲωμάτων νόϲουϲ ἰάϲαϲθαι, λέλεκται διὰ τῶν Τῆϲ θερα- πευτικῆϲ μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶϲιν οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν παραπιπτόντων θεραπευτικῶν λογι- ϲμῶν ἐπιϲημαίνεϲθαι τὰ κεφάλαια, καθάπερ ἐν τοῖϲ θεραπευτικοῖϲ τῶν διαγνωϲτικῶν. τὸ μὲν γὰρ ἴδιον ἑκάϲτηϲ πραγματείαϲ χρὴ τελέωϲ δι- εξέρχεϲθαι, τὸ δὲ παραπῖπτον ἐπιϲημαίνεϲθαι διὰ κεφαλαίων.

Ὅ τι δὲ τουτέων ἔϲται μάλιϲτα, ϲκεπτέον ἐξ ἄλλων.

Νῦν ἀναμιμνῄϲκει τῆϲ προγνωϲτικῆϲ τέχνηϲ καὶ ὧν ἐδίδα- ξεν ἐν τῷ Προγνωϲτικῷ ϲυγγράμματι. τῶν γὰρ προειρημένων ἕκα- ϲτον γνωϲτέον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖϲ ἐξηγηϲάμεθα διὰ [τῶν] τριῶν ὑπομνημάτων καὶ κατά γε τὸ τέλοϲ δέδεικται τὰ τῶν Ἐπιδημιῶν ἑπόμενα τῷ Προγνωϲτικῷ. καὶ πρὸϲ τούτοιϲ δέ, πρὸ τοῦ γραφῆναι τὰ εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν Περὶ κρίϲεων [ὧν] εἴρηντο προγνώϲειϲ ὀλεθρίου καὶ ἐπιει- κοῦϲ νοϲήματοϲ, αἵτινέϲ τε προθεϲμίαι τῶν κρίϲεών εἰϲιν ἐφ’ ἑκάϲτῳ καὶ τίνεϲ μὲν ἀγαθαὶ κρίϲειϲ, τίνεϲ δὲ ϲφαλεραί, βίαιοί τε καὶ οὐ βίαιοι, περί τε τῶν ἄλλων ἁπάντων, [καὶ] ὅϲα ταύτηϲ ἔχεται τῆϲ θεωρίαϲ.

Λέγειν τὰ προγενόμενα, γινώ- ϲκειν τὰ παρεόντα, προλέγειν τὰ ἐϲόμενα.

Κἀν τῷ Προγνωϲτικῷ ϲυγγράμματι κατ’ ἀρχὰϲ εὐθὺϲ εἶπε· “προ- γινώϲκων γὰρ καὶ προλέγων παρὰ τοῖϲι νοϲέουϲι τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔϲεϲθαι”, ὡϲ περὶ τοὺϲ τρεῖϲ χρόνουϲ καταγιγνομένηϲ τῆϲ προγνώϲεωϲ. καὶ ὅπωϲ χρὴ τοῦτο δια- πράττεϲθαι, διὰ τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται.

Μελετᾶν ταῦτα.

Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀϲκεῖν εἶπεν, ἐν ἄλλοιϲ δὲ πολλάκιϲ τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download