In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)
Wenkebach 1934
ταττόμενα πράττῃ, ϲυναγωνιϲτὴϲ γενόμενοϲ αὐτῷ καὶ πολεμῶν τῷ νοϲήματι, ἐὰν δ’ ἀποϲτὰϲ αὐτοῦ τὰ κελευόμενα πρὸϲ τοῦ νοϲή- ματοϲ ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρόν, ἕνα μὲν ὅτι τοῦτον μόνον εἴαϲεν, ὄντα πρότερον διττόν, δεύτερον δέ, ὅτι τὸν ἕτερον εὖ ἐποίηϲεν, ὄντα πρότερον ἕνα. ἰϲχυροτέρουϲ δ’ ἀναγκαῖον εἶναι τοὺϲ δύο τοῦ ἑνόϲ. εὔδηλον δὲ ὅτι τὰ κελευόμενα πρὸϲ τοῦ νοϲήματοϲ ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρόν, ὅταν ὁ μὲν ἰατρὸϲ αὐτὸν ἀπέχεϲθαι κελεύῃ ψυχρᾶϲ πόϲεωϲ, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενοϲ ἀναπείθηται πρὸϲ αὐτοῦ πιεῖν. οὕτωϲ δ’ εἰ καὶ λούοιτο καὶ προϲφέροιτο οἶνον ἤ τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸϲ ἀπαγορεύει μὴ ποιεῖν, αὐξήϲει δηλονότι τὸ νόϲημα, πράττων ἃ φίλον ἐκείνῳ, προδώϲει δὲ τὸν ἰατρόν, ἃ μὴ βούλεται ποιῶν. ἐν πολλοῖϲ μὲν οὖν τῶν ἀντιγράφων γέγραπται· ὁ ἰητρὸϲ ὑπηρέτηϲ τῆϲ τέχνηϲ, ἔν τιϲι δ’ οὐ τῆϲ τέχνηϲ, ἀλλὰ τῆϲ φύϲεωϲ γέ- γραπται. διαφέρει δ’ οὐδὲν πρὸϲ τὴν ὅλην τοῦ λόγου διάνοιαν.
Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη ϲὺν πυρετοῖϲ καὶ ἄνευ πυρετῶν.
Τοῦτο προγράμματοϲ ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱππο- κράτουϲ, πῇ τελευτᾶν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅϲτιναϲ ἔχει διαφοράϲ, [ἐπαγγελλομένου] ἑξῆϲ ἐρεῖν. καὶ τοίνυν προϲέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρηϲομένων.
Φρενιτικοῖϲι μὲν ϲπαϲμοί, καὶ ἰώδεα ἐπανεμέουϲι καὶ ἔνιοι ταχυθάνατοι τουτέων.
Ϲπαϲμοί, φηϲι, γίνονται τοῖϲ φρενιτικοῖϲ, “τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν”, ἀλλὰ καὶ ἰώδη ἐμέουϲιν. ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέϲματα τῆϲ ξανθῆϲ χολῆϲ κατωπτημένηϲ γινόμενα, διὸ καὶ τούτοιϲ ἐφεξῆϲ ἐρεῖ, ὅτι ταχυθάνατοι ἔνιοι
Work
Title: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz
Title: Galeni in Hippocratis Epidemiarum libros I et II
Published: 1934
Series: Corpus Medicorum Graecorum
Volume: 5
Number: 10
Pages: 3-151
Publisher: B. G. Teubner, Berlin, Leipzig
Download
Galen-Gr_103-2.xml [526 Kb]