Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Kühn 1824

ὅσον ἂν ὁποτέρου πλησιαίτερον ὑπάρχῃ, κατὰ τοσοῦτον χεῖρον ἢ βέλτιον γίνεται. ἀλλὰ περὶ μὲν τῆς τῶν οὔρων διαφορᾶς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. τοὺς δὲ ἐπὶ σήψει χυμῶν ἀναπτομένους πυρετοὺς ἑτέρους χρὴ νομίζειν τῶν ἐφημέρων. καὶ ἥ γε διάγνωσις αὐτῶν οὐ χαλεπὴ, κᾄν τισιν ἀδύνατος εἶναι δοκῇ, καὶ τοῦτο ἔργῳ μυριάκις ἐδείξαμεν ἐπὶ τῷ πρώτῳ παροξυσμῷ παυσαμένῳ, λουσάμενόν τε καὶ μετρίως διαιτηθέντα τῶν συνηθῶν ἔχεσθαι κελεύσαντες, ὡς οὐκέτι πυρέξοντα, καὶ οὕτως ἀπέβη. ἓν μὲν δὴ καὶ πρῶτον γνώρισμα τῶν ἐφημέρων πυρετῶν τὸ ἀπό τινος ἄρξασθαι προκαταρχούσης αἰτίας προσφάτου τε καὶ φανερᾶς, ἥνπερ ἤδη συνήθως ὀνομάζουσιν οἱ νεώτεροι πάντες ἰατροὶ προκαταρκτικὴν αἰτίαν. ἀλλὰ τοῦτο μὲν εἰ καὶ ἀχώριστόν ἐστι τῶν τοιούτων πυρετῶν, ἴδιον αὐτῶν οὐκ ἔστιν· ἄρχονται γὰρ καὶ τῶν ἄλλων ἔνιοι, φανερᾶς προηγησαμένης αἰτίας. ἀχώριστον δὲ καὶ ἴδιον ἡ τῶν οὔρων πέψις ἐστὶν εὐθέως ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, καὶ πρὸς τούτοις εἰς μέγεθος καὶ τάχος ἐπιδιδόντων τῶν σφυγμῶν ἀξιόλογον, ὡς ἀπολείπεσθαι τῆς ἀναλογίας 

Work

Title: Galen: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 273-405

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_059.xml [278 Kb]