Digital Corpus for Graeco-Arabic Studies

Galen: De Locis Affectis (On Affected Parts)

Kühn 1824

πολλῶν πολλάκις, ἡ τῶν προγεγονότων συμπτωμάτων μνήμη τὸν πεπονθότα τόπον ἐνεδείξατο, τήν τ’ ἐν αὐτῷ διάθεσιν ἐδήλωσεν. ὁ μὲν γάρ τις ἠλγήκει πρότερον τὰ κατὰ τὸ χωρίον τῶν νεφρῶν πολλάκις, ἄτακτοί τε φρῖκαι ποτὲ καὶ ῥίγη τὰ σμικρὰ σὺν πυρετοῖς ἐγεγόνει· τῷ δὲ κατὰ τὴν τῆς κύστεως θέσιν, ἅμα ταῖς τε φρίκαις καὶ τοῖς πυρετοῖς ἀλγήματα προεγεγόνει· τισὶ δὲ κατὰ διάφραγμα καὶ θώρακα, καθάπερ ἑτέροις κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ἐφ’ ὧν ἁπάντων ἐτεκμηράμεθα, κατὰ τὸν ἀλγήσαντα τόπον ἀποστήματος προγενομένου, διὰ νεφρῶν ἐκκαθαρθῆναι τὸ πῦον. συνενδείκνυται δὲ τοῖς εἰρημένοις καὶ τὸ ποσὸν τοῦ πύου καὶ τὸ μεμίχθαι τοῖς οὔροις αὐτὸ πᾶν, ὥσπερ ἀνατεταραγμένον, ἢ μήπω τοῦτο γεγονέναι, καθάπερ ἐπὶ τῶν ἐντέρων εἴρηται πρόσθεν. ὡς γὰρ ἐν ἐκείνοις, ἐὰν μὲν ἐκ τῶν ὑψηλοτέρων ἐντέρων ᾖ τὰ φερόμενα, μέμικται τοῖς τῆς τροφῆς περιττώμασιν ὁμοίως τοῖς ἀναπεφυραμένοις, ἐὰν δ’ ἐκ τῶν κατωτέρω, καθ’ ἕν τι μέρος αὐτῶν συνεκκρίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἤτοι τεθόλωται τὸ οὖρον ἅπαν ὑπὸ τῶν συνεκκρινομένων αὐτῷ

Work

Title: Galen: De Locis Affectis
English: On Affected Parts
Original: Περὶ τῶν πεπονθότων τόπων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 8

Pages: 1-452

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_071.xml [0.9 Mb]